Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 634
Not analysed yet
634. ἔχει δ᾿ ἀνάγκην: ταῦτα διεξέρχεται, πάνιη τὸ πρὸς τὴν γυναῖκα μοχθηρὸν ἀποδεικνὺς, ὡς μὴ μόνον τὸ πρὸς ταύτην σκοπεῖν, ἀλλὰ καὶ τοὺς γάμους εἰ καλῶς σχοίη. διπλῆ δέ ἐστι πρὸς τὴν στιγμὴν ἡ ἀνάγνωσις. τινὲς γὰρ οὕτως· εἰ δὲ κακὸν λάβοι τὸ λέχος, γαμβροὺς δὲ χρηστοὺς, ἀναγκάζεται στέργειν, εἰ τὰ κεχαρισμένα ἐκείνων πράττειν θέλοι. τινὲς δὲ οὕτως στίζουσιν εἰς τὸ ἔχει δ᾿ ἀνάγκην, ἵν᾿ ᾖ, ὅτι πάντη τε καὶ πάντως ὁ γαμήσας ἐλεύθερος εἶναι οὐ δύναται, ἀλλὰ τὸ ἀναγκάζον καὶ καταδουλοῦν αὐτὸν ἔχει. ἐὰν μὲν γὰρ κακῆς τύχῃ γυναικὸς, ἀναγκάζεται στέργειν αὐτὴν τῶν γαμβρῶν ἕνεκα καλῶν ὄντων, ἢ δι᾿ ἐκείνην ἀναγκάζεται ἀπολαύειν γαμβρῶν ἀχρήστων. τὸ σώζεται δὲ πικρὸν λέχος ἀντὶ τοῦ σώζει. γαμβροῖς δὲ τοῖς πενθεροῖς λέγει, συγχέων τῆς ὀνομασίας τὸ ἀκριβές. ἐν μέντοι τῷ πενθεροὺς δ᾿ ἀνωφελεῖς ὑγιῶς κέχρηται.