Ancient Greek
638 to 644
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 638-644
Not analysed yet
638. ῥᾷστον δ᾿ ὅτῳ: βέλτιον δὲ μήτε πενθερὸν χρηστὸν μήτε γυναῖκα χρηστὴν ἔχειν. Ἄλλως. ὠφελιμώτερόν ἐστιν ᾧτινι, φησὶ, τὸ μηδὲν οὖσα πρὸς σύνεσιν γυνὴ, ἀλλ᾿ ἀνωφελὴς τῇ εὐηθείᾳ ἵδρυται. ὡς ἐπὶ ἀνδριάντος δὲ τὸ ἵδρυται, οὐκ ἔργοις, ἀλλὰ θέᾳ τέρποντος τὸν κεκτημένον. 642. τὸ γὰρ κακοῦργον: τὸ γὰρ κακοῦργον καὶ φιλάργυρον πρὸς πορνείαν ἐν ταῖς σοφαῖς γυναιξὶ πλέον ἡ Κύπρις ἐμφύει. αἱ γὰρ μεγαλόφρονες πολύτολμοι γενόμεναι εὐέμπτωτοι διὰ τὸ βραχὺ τῆς γνώμης καὶ ἄδολόν εἰσιν εἰς τὸ ἁμαρτάνειν, ἡ δὲ ἀποροῦσα καὶ ἀνόητος τὴν πορνείαν ἀφῄρηται, τουτέστιν οὐχ ἁμαρτάνει. 644. μωρίαν ἀφῃρέθη: τουτέστι τῆς ἁμαρτίας ἀπεστερήθη, ἤτοι τῆς πορνείας. μωρίαν γὰρ τὴν πορνείαν, ὅθεν καὶ σινάμωρος ὁ πόρνος. αὕτη γὰρ σκέπειν οὐκ ἔχουσα τὸ πλημμέλημα πρόφασιν κερδαίνει τὴν σωφροσύνην.