Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 671
Not analysed yet
671. καθ᾿ ἅμμα λύσειν: παρὰ τὴν παροιμίαν, ἥτις ἐστὶν, οὐχ ἅμμα λύσεις. εἴρηται δὲ ἀπὸ τοιαύτης αἰτίας· τοῖς Φρυξὶ λόγος ἐδόθη ἐκεῖνον βασιλεύσειν τῆς Ἀσίας ὃς ἂν τῆς ἀπήνης λῦσαι τὸν δεσμὸν δυνηθείη, τῆς κομισάσης Μίδαν εἰς τρυγίαν, ὃς ἦν ἀμπέλινος, ᾧ συνεδέδετο ὁ ζυγὸς καὶ ὁ ῥυμός. λόγος δὲ Ἀλέξανδρον διαλῦσαι ἐξελόντα τὸν ἔμβολον, ᾧ κατείχετο ὁ ῥυμὸς, ἢ τῷ ἐγχειριδίῳ ἀποτεμόντα, μετὰ τὴν ἐπὶ Γρανίκῳ μάχην. γέγονε δὲ ὁ Ἀλέξανδρος κατὰ τοὺς Εὐριπίδου χρόνους. παροιμιῶδες οὖν ἐστιν ἐπὶ τῶν δύσλυτόν τι ἐπιχειρούντων λῦσαι. Μαρσύας δὲ ὁ νεώτερος ἐν τῇ πρώτῃ τῶν Μακεδόνων ἱστοριῶν φησιν οὕτως· τῆς δὲ ἀμάξης λέγεται τὸν ζυγὸν τῷ ῥυμῷ προσδεδέσθαι κλήματι ἀμπελίνῳ. ἔστι δὲ λόγιον, ὃς ἂν τὸν δεσμὸν τοῦτον λύσῃ βασιλεύσει τῆς Ἀσίας. Ἀλέξανδρον δέ φασι τὸν Μακεδόνων βασιλέα λῦσαι αὐτόν· ὃς διαβὰς τὸν Ἄμμαντιν ἐπὶ Γρανίκῳ μάχην ἐνίκησε, καὶ παρεγένετο ἐπὶ τὸν τόπον. ὡς δὲ οὐκ ἠδύνατο εὑρεῖν τὴν ἀρχὴν τοῦ δεσμοῦ, ποῦ κατέκειτο, οἱ μὲν λέγουσι τῷ ἐγχειριδίῳ διακόψαι αὐτὸν τὸν δεσμὸν, καὶ ταύτην εἶναι τὴν λύσιν, οἱ δὲ, ὡς τὸν ἔμβολον ἐξέλοι, συνείχετο ὁ ζυγὸς πρὸς τῷ ῥυμῷ, περιειλημμένον δὲ εἶναι καὶ τοῦτο κλήματος. τούτου δὲ ἐξαιρεθέντος καὶ τοῦ δεσμοῦ χαλάσαντος, οὕτως λυθῆναι τὸν δεσμὸν τοῦ ῥυμοῦ.