Ancient Greek
661 to 670
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 661-670
Not analysed yet
661. θεάσομαι δέ: συνεπιστὰς δὲ τῷ πατρὶ θεάσομαι ποίοις ὄμμασιν αὐτὸν προσβλέψετε, ὑπὸ τῆς συνειδήσεως μὴ καταπληττόμεναι. 663. τῆς σῆς δέ: καὶ πάντως τότε τὸ ἀναιδές σου καὶ τολμηρὸν διαγνώσομαι, πεπειραμένος αὐτῆς ἤδη καὶ διὰ τῶν παρόντων. B. I. 664. μισῶν δ᾿ οὔποτ᾿ ἐμπλησθήσομαι: οὐδαμῶς χορτασθήσομαι κακῶς λέγων τὰς γυναῖκας. ταῦτα δὲ λοιπὸν ὡς τεχνίτης ῥήτωρ. B. I. 665. οὐδ᾿ εἴ φησι: οὐδ᾿ ἄν μοι εἴπῃ τις τοῦτ᾿ ἐπὶ ὀνείδισιν διὰ τὸ ἀεὶ αὐτὰς λέγειν κακάς. M. οὐδ᾿ εἰ λέγοι μέ τις εἶναι κατὰ φύσιν φιλαπεχθήμονα πρὸς αὐτάς. οὐ γὰρ ἐκ παρέργου φησὶ τὰς κατηγορίας, τῷ συνεχεῖ δὲ τῶν πλημμελημάτων ὑπόθεσις γινόμεθα τοῖς κατηγόροις. 668. τάλανες: ἀπὸ κοινοῦ πάλιν ἀτυχήματος πειρᾶται παραμυθεῖσθαι τὸ πταῖσμα. ὁ δὲ λόγος, τίνα νῦν ἢ τέχνην, ἢ λόγον ἔχομεν πορίσασθαι, δι᾿ οὖ δυνησόμεθα σφαλεῖσαι τῆς ἐλπίδος τὸν δεσμὸν τῶν ἐγκλημάτων ἀπολύσασθαι, τὸν δεθησόμενον καθ᾿ ἡμῶν ὑπὸ τοῦ Ἱππολύτου, ὅταν ἔλθῃ ὁ Θησεύς. 670. τίνα νῦν: τουτέστι πῶς καθ᾿ ἕκαστον δεσμὸν κατηγορίας ἀπολυσόμεθα τὰ ἐγκλήματα τοῦ Ἱππολύτου, σφαλεῖσαι τῆς ἐλπίδος, δι᾿ ἧς προσεδοκῶμεν πεῖσαι αὐτὸν ἐπὶ τὴν ἁμαρτίαν.