Ancient Greek
673 to 693
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 673-693
Not analysed yet
673. ἐξαλύξω: πότε ἐκφύγω τὰς δυστυχίας. τὸ δὲ κομματικὸν τῆς διανοίας ἐκτόπως ὑπέγραψε τὴν ἀπορίαν τῆς συμφορᾶς. B. 675. ἀρωγός: φανείη δηλονότι. τοῦτο γὰρ ἀπὸ κοινοῦ. B. 678. παρὸν δυσεκπέρατον: ἢ ἐν ὑπερβατῷ, ἵν᾿ ᾖ οὕτως· τὸ γὰρ παρόν μοι δυστύχημα τοῦ βίου δυσεκπέρατόν ἐστιν. ἢ οὕτως· τὸ γὰρ νῦν πάθος παρὸν παντὸς τοῦ βίου καὶ τῶν ἐν αὐτῷ δυσφοριῶν δυσεκφευκτότατον καθέστηκεν. ἢ οὕτως· τὸ γὰρ παρὸν πάθος δυσκόλως ἄν μοι περάσαι τὸν βίον, καὶ δυσχερῶς ἂν αὐτὸ φύγοιμι. δυσεκπέρατον: δυσμεταχείριστον. Fl. 2. δύσκολον A. 680. φεῦ φεῦ: προϊούσης τῆς τροφοῦ κατηφοῦς ὁ χορός φησι. πάλιν δὲ κομματικός ἐστιν ὁ λόγος, καὶ ἐπὶ τοῦ πέπρακται δεῖ στίζειν. οὕτω γὰρ ἁρμόσει τοῖς ἑξῆς. τὸ δὲ “κοὐ κατώρθωται τέχνη,” ἀντὶ τοῦ οὐδὲν τοῦ πράγματος κατώρθωσαν αἱ τέχναι τῆς δούλης, ἀλλὰ καὶ κατέστρεψαν. 683. Ζεύς σ᾿ ὁ γεννήτωρ: Εὐρώπης γὰρ καὶ Διὸς ὁ Μίνως. ὁ Ζεύς σε, φησὶν, ἐκριζώσειε καὶ παντελῶς ἀπολέσειεν, οὐτάσας πυρὶ, ἀντὶ τοῦ βαλὼν τῷ κεραυνῷ. οἱ δὲ νεώτεροι οὐκ ἴσασι τὴν διαφορὰν τοῦ οὐτάσαι καὶ βαλεῖν. Ὅμηρος δὲ οὐτάσαι μὲν τὸ ἐκ χειρὸς καὶ ἐκ τοῦ σύνεγγυς τρῶσαι, βαλεῖν δὲ τὸ πόρρωθεν. 685. οὐκ εἶπον—σιγᾶν: ἐλεγκτικὸν τὸ ἦθος. τὸ δὲ ἑξῆς οὕτως· οὐκ εἶπον σιγᾶν ἐφ᾿ οἷς κακῶς διάκειμαι, ἢ διάγω καὶ νοσηλεύομαι τουτέστι τὸν ἔρωτα. ὁ δὲ νοῦς, οὐχὶ τὸ προπετὲς τῆς διανοίας προνοουμένη ἐκέλευον σιωπᾶν καὶ μὴ ἐκφαίνειν τὴν ἐμὴν ἐρωτικὴν κάκωσιν; 687. τοιγὰρ οὐκ ἔτ᾿ εὐκλεεῖς: διὰ τοῦτο γὰρ οὐκ εὔδοξοι γεγόναμεν, ἐπειδὴ οὐκ ἤκουσάς μου. B. 689. συντεθηγμένος φρένας: ἀντὶ τοῦ ὀργισθείς. M. ἠκονημένος ὑπὸ τῆς ὀργῆς. M. 693. ὄλοιο καὶ σύ: γνωμικώτερόν πως ἐπάγει τὴν κατάραν. ἀπόλοιο, φησὶ, παρὰ γνώμην μου εὐεργετῆσαί με θελήσασα, καὶ πᾶς ἄλλος ταὐτά σοι δρῶν καὶ προθυμούμενος ἄκοντας τοὺς φίλους μὴ καλῶς εὐεργετεῖν. ἄντικρυς δὲ ἐλέγχων τὸ ψευδώνυμον τῆς τοιαύτης εὐεργεσίας μὴ καλῶς προσέθηκεν.” οὐ γὰρ οἶδε φύσις εὐεργετήματος ἀνάγκην ἐπιδέχεσθαι, εἴτε τὰς χρείας καταθυμίους δεῖ ποιεῖσθαι.