Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 695
Not analysed yet
695. δέσποινʼ, ἔχεις μέν: καταδέχεται τὴν ἐξ αὐτῆς μέμψιν, ἵνα οὕτως καὶ αὕτη τὴν τοῦ σφάλματος ἀπολογίαν καταδέξηται. ἑξῆς δὲ πάλιν εἰς εὔνοιαν αὐτὴν προάγειν βούλεται, τὸν σκοπὸν τῆς μηνύσεως, καθ᾿ ὃν γεγένηται, λέγουσα. τὸ δὲ ἑξῆς οὕτως· ἔχεις μὲν δικαίως τὰ ἐμὰ πταίσματα μέμψασθαι. παραιρεῖται γάρ σου τὸ λογιστικὸν ἡ λύπη, καὶ τὴν αἰτίαν τοῦ πταίσματος γινώσκειν οὐ σνγχωρεῖ σοι. αἰτία γὰρ ἐγώ εἰμι τῆς συμφορᾶς. ὁ δὲ νοῦς· ἔχεις μὲν μέμψασθαι τὰ ἐμὰ κακὰ, ὦ δέσποινα· τὸ γὰρ λυποῦν σε κρατεῖ, ὅθεν καὶ μέμφῃ μοι. εἰ γὰρ μὴ ἐγένετο, οὐκ ἂν ἐμέμφου, ἀλλ᾿ ἐπῄνεις. ὅθεν ἐπιφέρει “πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.” ἡ μὲν κατασκευὴ τοῦ λογισμοῦ τῆς εὐνοίας ἀπόδειξις, ἡ δὲ τῆς ἀποτυχίας δυσχέρεια τῆς τύχης κατηγόρημα.