Ancient Greek · ~2 min
738 to 740
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 738-740
Not analysed yet
738. ἔνθα πορφύρεον: εἰς πορφυροῦν οἶδμα τοῦ Ἠριδανοῦ αἱ τοῦ πατρὸς Ἡλίου ἄθλιαι κόραι Ἡλιάδες τῷ οἴκτῳ καὶ θρήνῳ τοῦ Φαέθοντος εἰς δένδρα μεταβληθεῖσαι, δακρύουσι τοῦτο τὸ δάκρυον, ὅπερ πηγνύμενον ἐν τῇ ψυχρότητι τοῦ ὕδατος ἀποτελεῖ τὸν ἤλεκτρον. πατέρα δὲ αὐτῶν τὸν Ἠριδανόν φησι, παρόσον τρέφονται αὐτοῦ τῷ ὕδατι αἴγειροι οὖσαι. 740. κόραι Φαέθοντος: Ἡλίου γὰρ βούλεται αὐτὰς ὁ μῦθος εἶναι. διὰ τὸ καὶ τὸ δάκρυον αὐτῶν φωτεινοειδὲς λέγεσθαι εἶναι ἤλεκτρον ὀνομαζόμενον ἐπεὶ καὶ ἠλέκτωρ ὁ Ἥλιος καλεῖται.