Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 742
Not analysed yet
742. Ἑσπερίδων: ἔνθα τὰ χρύσεα μῆλα ἐσπάρησαν. Φερεκύδης δὲ Διὸς καὶ Θέμιδός φησιν αὐτὰς, ἔνιοι δὲ τὰς αὐτὰς ταῖς Ἀτλαντίσιν. Ἑσπερίδες δὲ ὀνομάζονται διὰ τὸ ἐν τῇ ἑσπέρᾳ, τουτέστιν ἐν τῇ δύσει, κεῖσθαι. ὁ δὲ λόγος, ἀνύσαιμι καὶ ἔλθοιμι ἐπὶ τὴν ἀκτὴν τῶν Ἑσπερίδων νυμφῶν τῶν ἀοιδῶν, ἔνθα εἰσὶ χρυσᾶ μῆλα σπαρέντα. πάλιν δὲ ἀκολούθως τοῖς προειρημένοις καὶ ἐνταῦθα εὔχεται γενέσθαι, ἐπειδὴ καὶ αὗται νῦν ἐν θρήνοις εἰσὶ, θρηνοῦσαι τὸν δράκοντα τὸν μηλοφύλακα. τὸν νεωστὶ ὑφ᾿ Ἡρακλέους φονευθέντα. διὰ τοῦτο γὰρ καὶ ἀοιδοὺς αὐτὰς λέγει διὰ τὸ ἐν θρήνοις εἶναι.