Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 744
Not analysed yet
744. ἵν᾿ ὁ ποντομέδων: ὅπου ὁ Ποσειδῶν οὐκέτι δίδωσι τοῖς ναύταις διέξοδον πρὸς τὸ ἐγγίζειν εἰς τὸν ὠκεανόν. τέρμονα γὰρ οὐρανοῦ τὸν ὠκεανόν φησιν, εἰς ὃν δοκεῖ τῇ θέᾳ τῇ ἀνθρωπίνῃ ἀποτερματίζεσθαι καὶ καταπίπτειν ὁ οὐρανός. πάλιν δὲ πρὸς τὴν διήγησιν ἐτράπη τῶν τόπων, ἔνθα ὁ Ποσειδῶν τὸν πλοῦν τῆς θαλάσσης τοῖς ναύταις οὐκέτι δίδωσιν, καθάπερ καὶ Πίνδαρος “Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν.”