Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 88
Not analysed yet
88. ἄναξ: σῶτερ. A. B. M. ἀπὸ τοῦ ἔχειν τὴν ἄνω ἀξίαν. BI. ἄναξ: κυρίως ὁ σωτήρ. διὸ καὶ τοὺς θεοὺς ἄνακτας καλοῦσι, καταχρηστικῶς δὲ καὶ τοὺς δεσπότας ἄνακτας καλοῦσιν ὡς δευτέρους σωτῆρας. δηλοῖ δὲ τοῦτο μάλιστα Ὅμηρος “Ἀστυάναξ, οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ,” οἷον ὁ τοῦ ἄστεος σωτήρ. ὦ οὖν ἄναξ—θεοὺς γὰρ καὶ σωτῆρας τοὺς δεσπότας καλεῖν χρή. δύναται δὲ τὸ μὲν ἄναξ ἐπὶ τοῦ Ἱππολύτου, τὸ δὲ δεσπότας ἐπὶ θεῶν. εἰκὸς γὰρ καὶ αὐτὸν μέλλοντα περὶ τῆς θεοῦ συμβουλεύειν πάσης ἀνθρωπίνης φύσεως ὑπερτιθέναι τὸ κρεῖττον. Ἄλλως. ὡς τῆς ἄναξ προσηγορίας θεοῖς ἁρμοζούσης. δύναται δὲ καὶ οὕτως ἀκούεσθαι, ὡς τοῦ πρεσβύτου τὸν μὲν Ἱππόλυτον ἄνακτα λέγοντος, τοὺς δὲ θεοὺς δεσπότας, καίπερ εἰκὸς μέλλοντα συμβουλεύειν αὐτὸν περὶ τοῦ μὴ ὑπερφρονεῖν τὴν Ἀφροδίτην, οὕτω καὶ ἄρξασθαι σεμνύνοντα τὸ θεῖον καὶ ὑπερτιθέντα τῆς ἀνθρωπίνης φύσεως. B. Fl. 6.