Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 881
Not analysed yet
881. κακῶν ἀρχηγόν: ἀντὶ τοῦ κακοῦ λόγου ἀρχὴν λέγεις. τὸ ἑξῆς· τόδε μὲν δυσεκπέρατον ὀλοὸν κακὸν οὐκέτι σιωπήσω. στόματος δὲ πύλαις περιφραστικῶς ἐν τῷ στόματι. ὅμοιον δὲ τοῦτο τῷ Ὁμηρικῷ ἕρκος ὀδόντων. δυσεκπέρατον δὲ δυσαπάλλακτον, δυσεπίληπτον. B. I. δυσεκπάλαιστον· ἢ τὸ δυσκόλως περαινόμενον καὶ γινόμενον, ἢ τὸ δυσεπίληπτον. A. τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις: ὁμοίως τῷ Ὁμηρικῷ ἕρκος ὀδόντων. τὸ δὲ δυσεκπέρατον ὀλοὸν κακὸν οὐκέτι σιωπήσω. στόματος δὲ πύλαις περιφραστικῶς τῷ στόματι Ἄλλως· πύλαι στόματος τὰ χείλη. οὐκέτι οὖν, φησὶ, καθέξω τὸν λόγον ἐντὸς τοῦ στόματός μου, τουτέστιν οὐκέτι σιωπήσω. A.