Ancient Greek · ~5 min
886 to 915
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 886-915
Not analysed yet
886. τὸ σεμνὸν Ζηνὸς ὄμμ᾿ ἀτιμάσας: τὴν τοῦ Διὸς ἐφορείαν σεμνὴν μὴ τιμήσας. A. ἀντὶ τοῦ τὸν πατρῷον Δία ὑβρίσας. 888. μιᾷ κατέργασαι: μιᾷ τούτων τῶν καταρῶν κατέργασαι τὸν ἐμὸν παῖδα. ποίων δέ; ἃς ἀρὰς ἐμοὶ ὑπέσχου, τὸ ἀνελθεῖν ἐξ Ἅιδου, τὸ ἀποστρέψαι ἀπὸ τοῦ λαβυρίνθου, τὸ πεμφθῆναι τῷ υἱῷ αὐτοῦ θάνατον. 892. γνώσῃ γὰρ αὖθις: ἔχεις γὰρ γνῶναι ὅτι ἥμαρτες. καὶ ἐν Ἀλκήστιδι “οὐ γὰρ πρῶτος οὐδὲ λοίσθιος βροτῶν γυναικὸς ἐσθλῆς ἤμπλακες.” 893. καὶ πρός γ᾿ ἐξελῶ: αὖθις ἐπαναλαβὼν, ἀντὶ τοῦ οὐδαμῶς· ἀλλὰ πρὸς τούτοις καὶ ἐκβαλῶ αὐτὸν ἐκ ταύτης τῆς γῆς. 894. δυοῖν δὲ μοίραιν θατέρᾳ: μιᾷ τῶν δύο μοιρῶν πληγήσεται. 897. ἀλώμενος: πλανώμενος. A. 901. τὸ λῷστον: τὸ βέλτιστον, τὸ συμφέρον. A. B. 908. οὔπω χρόνον: οὐ πρὸ πολλοῦ μοι τοῦ χρόνου ἐβλέπετο, ἢ οὐκ ἐκ πολλοῦ χρόνου, ἀλλ᾿ ἔναγχος· ἀντὶ τοῦ ἣν ἀρτίως κατέλιπον τὸ φῶς ὁρῶσαν, ἄρτι ἀπέθανεν, ἤτοι πρὸ ὀλίγου. 911. σιωπῆς δ᾿ οὐδὲν ἔργον: τὸ τέλειον οὕτως· ἐν δὲ, ἀντὶ τοῦ ἐν γὰρ, τοῖς κακοῖς οὐδεὶς ὀφείλει σιγᾶν· οὐδὲν ὄφελος, φησὶν, οὐδὲ κέρδος ἐν τοῖς κακοῖς ἡ σιωπή ἐστι. 912. ἡ γὰρ ποθοῦσα: ἡ γὰρ καρδία ἐπιζητοῦσα τὰ πάντα ἀκούειν δαπανᾶται. λίχνος δὲ ἤτοι ἐπιθυμητικὴ, περίεργος. 915. κρύπτειν δίκαιον: οὐ γὰρ ὀφείλεις κρύπτειν τὰς σὰς δυστυχίας τοὺς φίλους σου, τουτέστι τὰ τέκνα σου.