Ancient Greek · ~3 min
921 to 932
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 921-932
Not analysed yet
921. δεινὸν σοφιστήν; λογιστὴν, ἐξεταστὴν, διδάσκαλον. ὁ νοῦς τοιοῦτος· ἀληθῶς καλὸν διδάσκαλον εἶπας, τὸν δυνάμενον διδάξαι φρονεῖν τοὺς μὴ φρονοῦντας. 924. δέδοικα μή σου: φοβοῦμαι μὴ ἐν τοῖς κακοῖς ὑπερβάλλουσά σου ἡ γλῶσσα ἔξηχον καὶ παράφρονά σε ποιήσῃ. 927. ὅστις τʼ ἀληθής: ἐπὶ μὲν τῶν ἄλλων πραγμάτων εὑρίσκομεν διάκρισιν, εἴτε καλά ἐστιν, εἴτε κακὰ, ὥσπερ ἐπὶ τοῦ χρυσίου. δοκιμαζόμενον γὰρ φαίνεται εἰ καλόν ἐστιν ἢ κακὸν, ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐχ εὑρίσκομεν. ἐχρῆν οὖν καὶ τοὺς ἀνθρώπους δύο φωνὰς ἔχειν, δικαίαν τε καὶ ἄδικον, ἵνα, εἰ μὲν ἡ ἄδικος φωνὴ θελήσει ψεύσασθαι, ἠλέγχετο καὶ οὐδεὶς ἠπατᾶτο. 932. ἀλλʼ τις εἰς σὸν οὖς: μὴ ἄρα τίς με διέβαλεν εἰς τὸ σὸν οὗς ἀπὸ τῶν φίλων; διαβαλὼν ἔχει: Ἀττικὸν ἀντὶ τοῦ διέβαλεν, ὡς καὶ Ἡσίοδος “κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν” ἀντὶ τοῦ κεκρύφασι. A.