Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 916
Not analysed yet
916. ὦ πόλλ᾿ ἁμαρτάνοντες: ὦ ἄνθρωποι πολλὰ ἐπιστάμενοι καὶ διδάσκοντες τοὺς ἀνθρώπους, πλὴν τούτου, τοῦ διδάσκειν συνετοὺς τοὺς ἀσυνέτους. περιτταὶ οὖν, φησὶν, αἱ παραινέσεις καὶ συμβουλίαι τῶν ποιητῶν, οὐχὶ τὰ δέοντα φρονεῖν διδάσκουσαι τοῖς ἀνθρώποις αὗται. λέγομεν δὲ ὅτι τῇ προσθήκῃ τὴν ἀπορίαν ἔλυσεν, εἰπὼν “οἷσιν οὐκ ἔνεστι νοῦς·” εἰς νοῦν γὰρ ἔχοντα ἄνδρα καταβαλλομένη παραίνεσις καρπὸν φέρει, εἰς δὲ ἄνουν μάτην ἐκρίπτεται.