Ancient Greek
94 to 105
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 94-105
Not analysed yet
94. σεμνός: ὑπερήφανος. Fl. 15. ἀχθεινός: ἀλαζονικὸς, οὐχὶ λνπηρός. B. λυπηρός. M. Fl. 15. 95. εὐπροσηγόροισιν: τοῖς μετρίοις. B. rec. 96. καὶ κέρδος γε: τῆς προσηγορίας ὁ μόχθος βραχύς· δἰ αὐτῆς γὰρ πρᾶγμα εὑρίσκει. B. M. I. ἐστὶ πολύ. B. 97. ἦ κἀν θεοῖσι: ἆρα οὖν καὶ αὐτὸ τοῖς θεοῖς ὑπονοεῖν χάριν ἔχεις τοῖς συνηγόροις. τὸ εἶναι προσηγόρους. B. 98. εἴπερ: ἐπεί. B. εἴπερ γε θνητοί: ἐπεὶ παρὰ θεῶν ἔλεγον τοὺς νόμους ἀκηκοέναι οἱ νομοθέται, ὡς Λυκοῦργος μὲν ὑπὸ Ἀπόλλωνος, Μίνως δ᾿ ὑπὸ Διός. Ὅμηρος “ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής.” Ἄλλως. τοῦτο εἶπεν, ἐπειδὴ ἐξ ἀρχῆς Ῥαδάμανθυς καὶ Μίνως παρὰ θεῶν τὰ νόμιμα διδασκόμενοι τοῖς ἀνθρώποις φανερὰ ταῦτα ἐποίησαν. 99. σεμνήν: τιμίαν. B. σεπτὴν καὶ τιμίαν. Fl. 15. οὐ προσεννέπεις: πῶς οὖν τὴν τιμίαν θεὸν οὐ προσαγορεύεις; M. ὁμιλεῖς. A. οὐ συναγορεύεις. B. I. 100. εὐλαβοῦ: ἀντὶ τοῦ σιώπα, μὴ κατά τι ἁμάρτῃς τοῖς σοῖς ῥήμασιν· ὑπενόησε γὰρ αὐτὸν τὴν Ἄρτεμιν λέγειν. A. B. M. στόμα: διὰ τῆς Ἀφροδίτης. A. B. M. 101. Κύπρις: ἦν γὰρ ἐκεῖ ἄγαλμα τῆς Ἀφροδίτης. B. 102. πρόσωθεν: πόρρωθεν. B. οὕτως καὶ Ἀριστοφάνης “μὰ τοὺς πρόσωθεν.” M. ἁγνὸς ὢν αὐτὴν μακρόθεν ἀσπάζομαι. A. B. M. 103. σεμνή: τιμία. M. κἀπίσημος: σεβασμία. M. ἔνδοξος. B. M. 104. ἄλλοισιν ἄλλος: ὃ λέγει, τοιοῦτόν ἐστιν· οὐ πάντες τοὺς αὐτοὺς θεοὺς σέβομεν, οὐδὲ τοὺς αὐτοὺς ἀνθρώπους ἀγαπῶμεν. ἀλλ᾿ ἄλλοι μὲν τόνδε, ἄλλοι δὲ τόνδε. ὁμοίως δὲ κἀγὼ τὴν Ἄρτεμιν σέβω, ἄλλοι δὲ τὴν Ἀφροδίτην. A. B. M. I. διαφόροις, φησὶν, ἀνθρώποις ἄλλος θεῶν καὶ ἄλλος ἀνθρώπων ἐν φροντίδι ἐστίν. “ἄλλος δ᾿ ἄλλῳ ἔρεζε θεῶν ἀειγενετάων.” A. M. 105. εὐδαιμονοίης: εἴδε. B. οὕτω φρονῶν περὶ τῶν θεῶν. B. I. μήτε ὑπὲρ τὸ καθῆκον φρονῶν μήτε ὑπὲρ ἄνθρωπον, ὅ ἐστιν, εἴη σε τῆς ἀρετῆς ἔχειν τὸ ἄκρον, μὴ ὑπὲρ ἄνθρωπον φρονοῦντα. Ἄλλως. εἴης εὐδαίμων τὰ καθήκοντα φρονῶν. λυποῦμαι γὰρ νῦν ὁρῶν σε ἀφρονοῦντα. νοῦν: ὑπόληψιν ἔχων περὶ τῶν θεῶν. B.