Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 92
Not analysed yet
92. μισεῖν τὸ σεμνόν: σεμνὸν τὸ ὑπερήφανον καὶ τὸ ἐπαχθές. δηλοῖ δὲ ἡ λέξις καὶ τὸ τίμιον, ὡς ὑποκατιών φησι “πῶς οὖν σὺ σεμνὴν δαίμον᾿ οὐ προσεννέπεις;” ἀντὶ τοῦ σεβαστήν. B. M. I. δηλοῖ δὲ καὶ τὴν πάνυ τιμίαν “σεμνή γε μέντοι.” διὸ καὶ τὸ χ. Β. τὸ σεμνόν: τὸ ὑπερήφανον καὶ σφόδρα τίμιον. M. τὸ ὑπερήφανον. σεμνὸν τὸ ἐπιτηδευτόν. σεμνὸν τὸ οὐχὶ ἁπλοῦν. B. rec. τὸ σοβαρόν. Fl. 15. τὸ ἀλαζονικόν. Fl. 2.