Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 953
Not analysed yet
953. σίτοις καπήλευε: ἀντὶ τοῦ χλεύαζε, ἀποπλάνα τοὺς ἀνθρώπους, ὥστε πορίζειν τροφάς· ἢ ἐν λόγοις ἐμπορεύου, καθάπερ οἱ λογέμποροι λεγόμενοι, καὶ μὴ κατὰ φύσιν φιλοσοφοῦντες, ἀλλὰ τοῖς λόγοις καπηλεύοντες καὶ τοῖς σιτίοις τοῖς διʼ ἀψύχου βορᾶς ἀπάτα. ἀντὶ τοῦ ἁγνεύετε, ὡς οἱ φιλόσοφοι μηδὲν κατὰ τῶν ἐσθιομένων ζώων ἢ ἑτέρων ἐσθίοντες, ἀλλὰ σῖτον μόνον, καὶ ἔχοντες τὸν Ὀρφέα βασιλέα ὡς σώφρονα. ἐπεὶ γὰρ ἔνδοξος ἦν ὁ Πυθαγόρας, ἤδη καὶ πολλοὶ ἐμψύχων ἀπέσχοντο. ἀνάγει δὲ τοὺς χρόνους· περὶ ἑαυτοῦ γὰρ βούλεται αἰνίξασθαι ὁ Εὐριπίδης. τοιοῦτος δέ ἐστιν, ἀεὶ τὰ ἡρωϊκὰ πρόσωπα εἰσάγων φιλοσοφοῦντα.