Ancient Greek · ~3 min
943 to 948
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 943-948
Not analysed yet
943. σκέψασθε δʼ εἰς τόνδε: ἀποβλέψατε, φησὶν, εἰς τὸν ἐμὸν υἱὸν, ὅστις ἠθέλησε μιᾶναι τὴν ἐμὴν κοίτην, καὶ ἐλέγχεται ὑπὸ τῆς ἀποθανούσης. 946. δεῖξον δʼ, ἐπειδή γʼ εἰς μίασμʼ ἐλήλυθας: ἐλήλυθας, δεῦρό μοι ἐναντίον στῆθι, ἤγουν ἐπεὶ ὅμως εἰς τὸ μιᾶναι ἦλθες δεῦρο, δεῖξόν μοι τὸ σὸν πρόσωπον, ἢ ἐπεὶ ὅλως ἐτόλμησας ἐλθεῖν εἰς τὸν τῆς Φαίδρας ἔρωτα, ὅπερ μίασμα καλεῖ. A. 948. σὺ δὴ θεοῖσιν: σὺ δὲ εἶ ὁ ὑπὲρ πάντας σοφὸς ὢν καὶ σώφρων, καὶ ἀκούων ἀμίαντος τῶν κακῶν. οὐδαμῶς ἐγὼ πείθομαι τοῖς σοῖς ψεύσμασι. περισσός: περισσοὺς λέγει τοὺς φιλοσόφους τοὺς καθʼ ἑαυτοὺς βιοτεύοντας, ὡς περισσόν τι καὶ ἐπέκεινα τῶν χυδεωτέρων ἔχοντας. B.