Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 126_135
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 135.1
Not analysed yet
126. ―135. ὦ φύσις καὶ κάλλος, λίαν εἶ μέγα κακὸν ἐν τοῖς ἀνθρώποις καὶ σωτηριῶδες τοῖς καλῶς κεκτημένοις καὶ ἔχουσιν. ἐθεάσασθε, πῶς κατὰ τὰς ἄκρας ἀπέκοψε τὰς τρίχας, σώζουσα καὶ φυλάττουσα τὸ κάλλος· ἔστι δὲ ἡ πάλαι γυνὴ, ἤτοι κακὴ, τουτέστιν οὐ μετεβλήθη. εἴθε σε μισήσειαν οἱ θεοὶ, ὅτι ἀπώλεσας ἐμὲ καὶ τόνδε, ἤγουν τὸν Ὀρέστην, καὶ πᾶσαν τὴν Ἑλλάδα. φεῦ, τάλαινά εἰμι ἐγώ. αὗται παραγίνονται αἱ προσφιλεῖς θρηνήτριαι τοῖς ἐμοῖς θρηνήμασιν· ἴσως μετακινήσουσι τοῦ ὕπνου τόνδε ἠρεμοῦντα, τὸ ἐμὸν δὲ ὄμμα ἐκτακῆναι ποιήσουσι διὰ δακρύων, ὅταν ὁρῶ τὸν ἀδελφὸν μαινόμενον. I.