Ancient Greek · ~6 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 126_135
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 135.2
Not analysed yet
ὦ φύσις, ἐν ἀνθρώποισιν: ἰδοῦσα ἡ Ἠλέκτρα τὴν Ἑλένην τεμοῦσαν μὲν ἄκρας τὰς τρίχας, σώζουσαν δὲ τὸ πρόσθεν κάλλος, ἀποτείνεται πρὸς τὴν φύσιν, καὶ λέγει ταύτην εἶναι σωτήριόν τε τοῖς κεκτημένοις καλῶς αὐτὴν καὶ βλαπτικὸν τοῖς μὴ οὕτως. καὶ ἡ Ἑλένη φυσικῶς οὖσα κακὴ, εἰ καὶ ἔδοξε ποσῶς τὴν ἀδελφὴν θρηνεῖν, καὶ διὰ τοῦτο ἀποκεκοφέναι τὰς τρίχας, ἀλλὰ πανούργως τοῦτο πεποίηκεν, ἐξ ὧν ἄκρας αὐτὰς ἔτεμε τοῦτο πιστωσαμένη. εἰ γὰρ κατὰ ἀλήθειαν ἐθρήνει, πάντα τὸν πλόκαμον ἔδει τεμεῖν. καὶ ταῦτα μὲν οὕτως. οἱ δὲ λέγοντες φύσιν τὸ κάλλος οὔ μοι δοκοῦσι λέγειν εὐλόγως. τὸ δὲ ἔστιν ἡ πάλαι γυνή ἢ κατὰ μορφὴν νοητέον, ἤγουν ἡ αὐτή ἐστι καὶ νῦν ἥτις καὶ πρὸ τοῦ τὰς τρίχας ἀποκόψαι, καὶ οὐδ’ ὁτιοῦν ἠλάττωται τὸ κάλλος αὐτῆς, ἢ κατὰ προαίρεσιν, ὅτι ἡ αὐτή ἐστι καὶ νῦν ἥτις καὶ πρώην, καὶ οὐδὲν ὑπὸ τῶν κακῶν σεσωφρόνισται. Gu. I. παρυπογράφεται τήν τε ἀναχώρησιν τῆς Ἑλένης καὶ τὴν Ἑρμιόνην ἀπερχομένην ἐν τῷ τάφῳ καὶ λέγει, ὦ φύσις. ἡ φύσις διχῶς λαμβάνεται, καὶ ἐπὶ καλοῦ καὶ ἐπὶ φαύλου· ἔχει τις φύσιν καλὴν ὅστις ἐστὶν ἀγαθὸς, ἥμερος, πρᾶος, δίκαιος. ἔχει ἕτερος φύσιν κακὴν, ὁ κλέπτης, ὁ μοιχὸς, ὁ πόρνος, ὁ ἄδικος. τοῦτο ἡ Ἠλέκτρα λέγει ἐνταῦθα. ὦ φύσις, ὡς καὶ λίαν μέγα κακὸν ὑπάρχεις ἐν τοῖς ἀνθρώποις, τοῖς γε κακῶς τὴν φύσιν χρωμένοις ἀνθρώποις μέγα κακὸν ὑπάρχεις, σωτήριόν τε πρᾶγμα ὑπάρχεις τοῖς κεκτημένοις καλῶς αὐτήν. Fl. 59.