Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 4_14
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 14.1
Not analysed yet
4. ―14. ὁ γὰρ μακάριος: προδιόρθωσις. Gu. ὁ γὰρ μακάριος Τάνταλος, ―καὶ οὐκ ὀνειδίζω τὰς τύχας, ―γεννηθεὶς, ὡς λέγουσιν, ἀπὸ τοῦ Διὸς, φοβούμενος τὴν πέτραν τὴν ὑπερκειμένην τῆς κεφαλῆς, κρέμαται ἐν τῷ ἀέρι, καὶ δίδωσι ταύτην τὴν τιμωρίαν, ὡς μὲν λέγουσιν, ὅτι ἄνθρωπος ὢν, ἔχων ἀξίωμα κοινῆς τραπέζης ἴσον τοῖς θεοῖς, ἔσχε γλῶσσαν ἀκράτητον, νόσον αἰσχίστην καὶ χαλεπωτάτην. οὗτος ὁ Τάνταλος ἐγέννησε Πέλοπα, καὶ ἀπὸ τοῦδε ἔφυ ὁ Ἀτρεὺς, ᾧ Ἀτρεῖ ἡ Μοῖρα ἡ Κλωθὼ ξήνασα καὶ κατασκευάσασα, ἤτοι παρασχοῦσα, τὰ στέμματα καὶ τὴν βασιλείαν, ἐπέκλωσε, καὶ εἱμαρμένον ἐποίησε, θέσθαι καὶ ποιῆσαι ἔριν πόλεμόν τε τῷ Θυέστῃ, ὄντι συγγόνῳ καὶ ἀδελφῷ. I.