Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 4_14
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 14.2
Not analysed yet
ὁ γὰρ μακάριος: κατασκευὴν ποιούμενος ὁ ποιητὴς τῆς ἰδίας προτάσεως τῆς ὅτι πάντα φέρει τὰ δεινὰ ἡ ἀνθρωπότης ἐπιφέρει ὅτι καὶ αὐτοὶ οἱ μακάριοι καὶ ὄλβιοι δόξαντες ἄνθρωποι οὐκ ἄμοιροι συμφορῶν καὶ παθῶν γεγόνασιν. ἐξ ἑνὸς δὲ τοῦ Ταντάλου καὶ ἄλλους παραδηλοῖ. τὸν Τάνταλον δὲ καὶ οὐκ ἄλλον τῇ ὑποθέσει προείληφε διὰ τὸ ἐξ ἐκείνου τοῦ γένους καὶ τὸν Ὀρέστην κατάγεσθαι. A. μακάριον γὰρ αὐτὸν καλῶ, φησὶ, καὶ οὐ δυστυχῆ, ἵνα μὴ ὀνειδίσω αὐτῷ.