Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 147
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 147.2
Not analysed yet
ἴδ’ ἀτρεμαίαν: μικρὸν σὺ, φησὶ, κελεύεις με φωνεῖν, ὡς ψιθυρίζει τῇ τοῦ ἀνέμου κινήσει κάλαμος· ἔγω δὲ ἔλαττον αὐτοῦ φέρω βοὴν, ὡς ὑπ’ ὀρόφου γινομένην. ὁ δὲ ὄροφος κάλαμός ἐστιν ἀσθενής τε καὶ λεπτὸς καὶ παπυρώδης, οὗ μέμνηται καὶ Ὅμηρος, λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες. ἐκ τούτου δέ εἰσι καὶ αἱ γλωσσίδες τῶν αὐλῶν. ὡς ἀσθενὴς δὲ καὶ ἀσθενῆ ποιεῖται τὴν ἀπήχησιν τῷ μὴ ἀνθίστασθαι τῇ βίᾳ τοῦ πνεύματος. A. B. C. M. I.