Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 147
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 147.3
Not analysed yet
ὡς ὑπόροφον φέρω βοάν: τινές φασι βοὴν ὑπόροφον τὴν μὴ δυναμένην ἐκτὸς τοῦ οἴκου ἐξακούεσθαι, ἄλλοι δὲ ὄροφον λέγουσι λεπτόν τινα κάλαμον παπυρώδη, πιστούμενοι τοῦτο ἐκ τοῦ ἄνωθεν τῆς Ἠλέκτρας λόγου. εἰπούσης γὰρ ἐκείνης πρὸς τὸν χορὸν, ὦ φίλη, φώνει ὥσπερ πνοὴ καὶ ἀπήχησις σύριγγος λεπτοῦ δόνακος, ἀπολογούμενος ὁ χορός φησι, θέασαι ὅτι φέρω βοὴν ἥσυχον, ὑπόροφον, του τέστι τὴν γινομένην ὑπὸ ὀρόφου. μέμνηται δὲ καὶ Ὅμηρος τοῦ ὀρόφου λέγων "λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες.’ ἐκ τούτου δὲ τοῦ ὀρόφου ποιοῦσιν οἱ παῖδες αὐλοὺς λεπτὸν ἠχοῦντας καὶ μὴ δυνάμενον ἐξακούεσθαι διὰ τὴν ἀσθένειαν. Gu. I.