Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 162_165
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 165.2
Not analysed yet
ἄδικος: ἀντὶ τοῦ οὐ δικαίως ἔδοξεν εἰρηκέναι. B. τοῦτ’ ἐστὶ τὸ ἀλλαχοῦ εἰρημένον πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα. ἐπειδὴ γὰρ ἔδοξεν ἀτυχῶς τῷ Ὀρέστῃ πεπτωκέναι τῆς μητρὸς ὁ φόνος, ἄδικος ὁ Λοξίας νενόμισται· ἢ τὸ ἄδικα ἐδίκασεν ἐμφαίνει ὅτι δικαίως μὲν ἐμαντεύσατο τὸν φόνον τῆς μητρὸς, αδικεῖ δὲ τῷ φόνον τῆς μητρὸς, ἀδικεῖ δὲ τῷ δράσαντι μὴ ἐπικουρῶν. τὸ δὲ ἑξῆς οὕτως· ὁ ἄδικος Λοξίας ἄδικα τότε ἐδίκασεν, ὅτε ἐπὶ τρίποδος Θέμιδος τὸν ἀπόφονον ἔλακεν ἐμῆς μητρός (καὶ Ἀριστοφάνης ἔλακεν ἐκ τῶν στεμμάτων τραγικῇ λέξει χρησάμενος) ὅτε τὸν ἀπόφονον τῆς ἐμῆς μητρὸς ἐπὶ τρίποδι Θέμιδος ἔλακεν ὁ Λοξίας. A B. C. M. I. τὸ ἀπόφονον Ἀπόλλωνι, οὐκ Ὀρέστῃ ἐγκαλοῦσά φησιν. ἔνιοι δὲ ἀπόφονον ἐδέξαντο τὸν ἄτοπον φόνον, τὴν δὲ ἀπό πρὸς τὸ ἔλακεν, ἀπέλακεν, ἀντὶ τοῦ ἀπεφθέγξατο. A. B. M. I.