Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 162_165
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 165.3
Not analysed yet
ἄδικος: οἱ λαμβάνοντες εἰς τὸ ἄδικος ἔξωθεν τὸ ὑπάρχει καὶ στίζοντες ἐνταῦθα οὐ καλῶς ποιοῦσι. τὸ δ’ οὕτως ἔχει· δέον γὰρ οὕτως εἰπεῖν, ἀδίκως ἔλακε τότε ὁ Λοξίας ἄδικα, ὁ δὲ ἄδικος εἶπε πρὸς τὸ Λοξίας. ἀπατῶνται δὲ ἐκ τοῦ ἄδικα, οὐκ εἰδότες ὅτι τὸ ἄδικος καὶ τὸ ἄδικα ταυτοδυναμοῦσιν, ὥστε εἰ καὶ ἓν τούτων ἀπῆν, ἄρτιος ἂν ἦν ὁ λόγος. Gu. I. ἄδικος ὢν ὁ Λοξίας ἄδικα ἄρα τότε εἶπεν, ὅτε ἐπὶ τρίποδι τῆς Θέμιδος ἐδίκασεν, ἤγουν ἔκρινε, τὸν ἀπόφονον φόνον τῆς ἐμῆς μητρὸς, ἤγουν τὸν μισητὸν καὶ μὴ ἄξιον γενέσθαι. τὸ δὲ ἔλακεν οὐ παρακείμενός ἐστιν, ὡς οἴονταί τινες, ἀλλ’ ἀόριστος β′, διὸ καὶ βραχὺ ἔχει τὸ α. λέλακα γάρ ἐστιν ὁ παρακείμενος, ὡς καὶ Ἡσίοδος τὸ λέληκας. I.