Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 213
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 213.1
Not analysed yet
213. ὦ πότνια λήθη: οἱ γὰρ δυστυχοῦντες εὔχονται τῶν κακῶν οἷς σύνεισιν ἀπηλλάχθαι καὶ εἰς λήθην ἐλθεῖν. διὰ τοῦτο καὶ ὁ Ὀρέστης ἐν τῷ καθεστηκότι γενόμενος καὶ τῆς μανίας ἐπ’ ὀλίγον ἀπαλλαγεὶς τὴν τῶν κακῶν λήθην πότνιαν καλεῖ καὶ εὐκταίαν τοῖς δυστυχοῦσι θεόν. Gu. I. πότνιαν εἶπε τὴν λήθην τῶν κακῶν, ἐπεὶ πάντας τιμῶμεν τοὺς παραμυθουμένους. A. B. C. M. I. Ἄλλως. ἔοικε τὴν Λητὼ καλεῖν οὗτος· ὑπνοῦντες γὰρ νυκτὸς πάντων ἐπιλανθανόμεθα. τὸ δὲ πότνια λέγει, ὅτι οἱ σεβόμενοι προσπίπτουσι τοῖς θεοῖς. ποτνιᾶσθαι δέ ἐστι τὸ προσπίπτειν καὶ παρακαλεῖν μετὰ δακρύων. I. τὸ δὲ ὡς εἰ σοφή ἀντὶ τοῦ λίαν σοφῶς ἐπενοήθης ὑπὸ τῆς φύσεως. τὸ δὲ τῶν κακῶν οἰκείως προσέθηκεν, ἐπειδὴ καλόν τι χρῆμα τῶν κακῶν ἡ λήθη. A. B. C. M. I.