Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 213
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 213.2
Not analysed yet
ὦ πότνια λήθη: λήθη, ἤγουν τῶν κακῶν, ὁ ὕπνος ὑπάρχει· ὅσας γὰρ ἂν λύπας ἔχῃ ἄνθρωπος, ὑπνώσας λανθάνεται αὐτῶν. οὕτω καὶ ὁ Ὀρέστης ὑπνώσας ἐπελάθετο τῶν κακῶν ὧν εἶχεν, ἤγουν τῆς μανίας καὶ τοῦ φόνου τῆς μητρός. ὡς ἔοικε δὲ, κατεκλίθη ἐν οἵῳ τρόπῳ ἔφθασε δαιμονιζόμενος, εἶτα ἐλθὼν ἐν φρονήσει καὶ ἐξυπνίσας λέγει· ἀπὸ ποίου τόπου καὶ πότε ἦλθον ἐνταῦθα· ἀμνημονῶ γὰρ ἀπολειφθεὶς τῶν πρὶν φρενῶν, ἤγουν στερηθεὶς τῶν μανιωδῶν καὶ ἐφθαρμένων φρενῶν, καὶ εἰς νοῦν ἐλθὼν ἀρτίως τῶν ὑγιῶν φρενῶν ἐγνώρισα ποῦ εἰμί. ἢ ἄλλως· ἀπολειφθεὶς τῶν πρότερον σώων φρενῶν καὶ μαινόμενος γεγονὼς ἀμνημονῶ ποῦ ἦλθον καὶ ποῦ εἰμί. Fl. 59.