Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 383
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 383.2
Not analysed yet
ἀφύλλου στόματος: ἀντὶ τοῦ ἄνευ στεμμάτων. M. ὅτι τὴν φυλλάδα ἱκετεύοντες προύτεινον, ὡς παρ’ Ὁμήρῳ ὁ Χρύσης στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος· ἢ κέκληται φυλλὰς, ἐπεὶ ἐκ φύλλων ἤτοι ἐλαίας, ἢ δάφνης, ἢ, ὥς τινες, τὸ ἐκ τούτων ἄνθος ἐστὶ καὶ ταύτην τῶν γονάτων ἐξάπτουσι τῶν ἱκετευομένων. ἐπεὶ οὖν ἔθος ἐστὶ τοῖς ἱκετεύουσι φυλλάδα προτείνειν, τοῦτο δὲ νῦν οὐ πάρεστι, διὰ τοῦτό φησι τὴν ἐκ στόματος καὶ λόγων μόνων ἱκεσίαν ποιεῖσθαι. τὸ δὲ ἐξάπτων ἔφη παρ’ ὅσον οὓς ἱκέτευον, τούτοις παρετίθεσαν τὰς ἱκετηρίας. Ἀχαῖος Ἀζᾶσι νῦν οὖν ἡμεῖς ἱκέται θαλλούς τε θεῶν τε σέβας τίθεμεν πρὸ ποδῶν τῶν σῶν, λῆξαι τῆς ἀστερόπου Ζηνὸς θυσίας. τινὲς δὲ ἀφύλλου στόματος ἤκουσαν τοῦ κατεξηραμμένου διὰ τὴν νόσον, ἀντὶ τοῦ ἄνευ ἱκετηρίας, ἀπὸ μεταφορᾶς τῶν δένδρων, ἅτινα μὴ ἔχοντα φύλλα ὡς ἐπὶ τὸ πολὺ ξηρὰ εὑρίσκεται. B. M. I.