Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 383
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 383.3
Not analysed yet
ἀφύλλου στόματος ἐξάπτων λιτάς: τιμαῖς βιάζων ἐκεῖνον γενέσθαι αὐτῷ εἰς βοηθόν. οἰ γὰρ ποιούμενοι τὰς λιτὰς πρὸς τὸ θεῖον ἀεὶ κλάδους ἐπιφέρονται νεωστὶ δρεφθέντας ἐκ δένδρων καὶ θάλλοντας καὶ φύλλων κομῶντας καὶ εἰρίοις πολυχρόοις ἀναδεδεμένους, οὓς καὶ εἰρεσιώνας ἐκάλουν. τρόπον οὖν τινα ταῦτα λέγει ὁ Ὀρέστης πρὸς τὸν Μενέλαον ὅτι ἔδει τὰς λιτὰς ὡς θεῷ σοι προσαγαγεῖν μετὰ κλάδων, νῦν δὲ διὰ τὸ μὴ δύνασθαι τοῦτο, ἐπειδὴ πανταχόθεν εἰλοῦμαι καὶ κωλυόμενος τοῦ ἐκ στόματος προαγομένου ταύτας προσάγω. A.