Ancient Greek · ~6 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 488
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 488.1
Not analysed yet
488. πᾶν τοὐξ ἀνάγκης: εἰπόντος τοῦ Μενελάου πρὸς τὸν τοῦ Τυνδάρεω λόγον τὸ βεβαρβάρωσαι χρόνιος ὢν ἐν βαρβάροις, ὡς ἄρα Ἑλληνικὸν τὸ τιμᾶν τοὺς συγγενεῖς, φησὶν ὁ Τυνδάρεως, ναὶ, ὃ λέγεις Ἑλληνικόν ἐστιν, ἀλλ’ ἔστι καὶ τοῦτο Ἑλληνικὸν τὸ μὴ εἶναί τινα ὑπέρτερον τῶν νόμων. σὺ οὖν, ὦ Μενέλαε, παρανομεῖς φονέα προσφθεγγόμενος· ἀπαγορεύουσι γὰρ οἱ νόμοι τὴν μετ’ αὐτῶν συνοίκησίν τε καὶ συνουσίαν. πρὸς ὃ ἀπαντᾷ ὁ Μενέλαος ὅτι πᾶν τὸ ἐξ ἀνάγκης γινόμενον δοῦλον ἐν τοῖς σοφοῖς ἐστι, τουτέστι, πάντες καὶ παλαιοὶ καὶ νέοι ποιηταὶ, φιλόσοφοι, συγγραφεῖς, ῥήτορες, τρανῶς ἄνω καὶ κάτω τοῖς λόγοις διακηρύττονται ὡς ἄρα πάντες ἀνάγκης εἰσὶ δοῦλοι, καὶ πάντων αὕτη κρατεῖ, καὶ οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ μέχρι θεῶν ἐξάγει τὸ κράτος. ἀνάγκᾳ γὰρ οὐδὲ θεοὶ, φασὶ, μάχονται. ἔγωγ’ οὖν εἰ καὶ παρανομεῖν σοι δοκῶ μητροκτόνῳ συνὼν καὶ φθεγγόμενος, ἀλλ’ ἐκ τῆς φύσεως ἀναγκαζόμενος τοῦτο ποιῶ. ὥστε τὴν τοιαύτην ἀνάγκην ᾧ προεβάλου νόμῳ παρεξετάσας μείζω ταύτην εὑρήσεις δυναμένην τοῦ νόμου. οἱ δὲ λέγοντες τὸ δοῦλον ἀντὶ τοῦ δουλοποιὸν οὐ καλῶς λέγουσιν. ἢ πρὸς τὸ ἐξ ἀνάγκης ὑποστικτέον οὕτω· πᾶν τὸ ἐξ ἀνάγκης ὑπάρχον ἐν τοῖς σοφοῖς ἐστι δοῦλον, τουτέστι πάντα τὰ ἐξ ἀνάγκης δουλείαν οἱ σοφοὶ κρίνουσιν. Gu. I. οἷον ἡ συγγενικὴ φιλία καὶ στοργὴ, ἢ ἕτερόν τι τοιοῦτον, ἐπεὶ ἐξ ἀνάγκης φυσικῆς ἐστι, δούλη ἐστὶ, καὶ διὰ τοῦτο οὐκ ἀμβλύνεται, οὐδὲ ἄλλως γενέσθαι δύναται ὃ τὰ ἐλευθέρως καὶ χωρὶς ἀνάγκης γινόμενα δύναται. Gr. I.