Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 488
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 488.2
Not analysed yet
πᾶν τοὐξ ἀνάγκης: ἡ τῆς φύσεως ἀνάγκη, ὅ ἐστιν ἡ συγγένεια, πάντα δουλοῖ, κατά τε τὴν κρίσιν τῶν νόμων καὶ τῶν σοφῶν. δοῦλον οὖν ἀντὶ τοῦ δουλοποιόν. οὐχ οἷόν τε γὰρ παραιτήσασθαι τὴν συγγένειαν. Ἄλλως. δοῦλον, δουλοποιόν· τουτέστι παρὰ τοῖς φρονίμοις ἡ ἀνάγκη νικᾷ. καὶ τιμῶμεν οὖν τὸν Ὀρέστην διὰ τὴν συγγένειαν, καὶ δουλεύομεν τῇ ἀνάγκῃ ταύτῃ. B. M. I. Ἄλλως. πᾶν τὸ ἐξ ἀνάγκης δοῦλόν ἐστι καὶ ὑπήκοον, οἷον πάντα κατ’ ἀνάγκην ποιοῦμεν καὶ κατὰ τὴν τῶν σοφῶν κρίσιν πάντα τὰ ὑπ’ ἀνάγκης δουλοῖ καὶ ὑπηκόους ποιεῖται τοὺς ἀνθρώπους. καθὸ ἐπὶ τοῦ Ὀρέστου εἶπεν εἰ δὲ δυστυχεῖ, τιμητέος, διὰ τοῦτο καὶ νῦν προείρηκεν. ἔστι γὰρ ὁ λόγος ὅτι τιμᾶν ἀναγκαῖον τὸν Ὀρέστην διὰ τὴν συγγένειαν. ταῦτα δὲ ἐν ὑποκρίσει λέγει, οὐ σπουδῇ. ὁ δὲ Ἀριστοφάνης φησὶ, πᾶν τὸ ἐξ ἀνάγκης γινόμενον δουλοῖ, οἷον ταπεινοῖ κατὰ τὴν τῶν σοφῶν κρίσιν. δύναται καὶ οὕτως, πᾶν τὸ ἀναγκαῖον δοῦλόν ἐστιν, οἷον ὑπήκοον, καὶ πάντα κατὰ ἀνάγκην ποιοῦμεν, διότι δουλοῖ πᾶν. A. B. M. I.