Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 71_80
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 80.1
Not analysed yet
71. ―80. ὦ παὶ Κλυταιμνήστρας: ὦ θύγατερ τῆς Κλυταιμνήστρας καὶ τοῦ Ἀγαμέμνονος, παρθένε ἐπὶ μακρὸν δὴ μῆκος χρόνου, πῶς σύ τε, ὦ τάλαινα, ἔφυς δηλονότι κατὰ κοινοῦ, ὁ σός τε κασίγητος Ὀρέστης οὗτος ἔφυ καὶ ἐγένετο φονεὺς τῆς μητρός; τοῖς προσφθέγμασι γάρ σου, ἤγουν τῇ πρὸς σὲ ὁμιλίᾳ, οὐ μιαίνομαι, ἀνατιθεῖσα τὸν φόνον εἰς τὸν Ἀπόλλωνα. καίτοι θρηνῶ τὸν θάνατον τῆς Κλυταιμνήστρας τῆς ἐμῆς ἀδελφῆς, ἣν, ἀφ’ οὗ ἔπλευσα πρὸς τὴν Ἴλιον, (ὅπως δὲ καὶ πῶς ἔπλευσα, ἀπὸ μήνιδος θείας,) οὐκ εἶδον, στερηθεῖσα δὲ τῆς ἀδελφῆς θρηνῶ τὰς τύχας καὶ τὰς δυστυχίας. ἰστέον δὲ ὅτι ἡ αὐτὴ Ἠλέκτρα παρ’ Ὁμήρῳ Λαοδίκη εἴρηται, ἢ κατὰ τρόπον διωνυμίας Ἠλέκτρα ἐκλήθη, διὰ τὸ κατ’ ὄψιν ἠλεκτρῶδες καὶ χρυσοειδὲς, ἢ κατὰ λόγον τινὰ σκώμματος, διὰ τὸ πολὺν χρόνον ἄλεκτρον μεῖναι χόλῳ Κλυταιμνήστρας, ὃ δὴ καὶ Εὐριπίδης νῦν παρίστησιν ἐν τῷ παρθένε δὴ μῆκος. I.