Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 71_80
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 80.2
Not analysed yet
ὦ παῖ Κλυταιμνήστρας: τοῦ προσήκοντος ἤθους ἐξέπεσεν ὁ Εὐριπίδης· νῦν γὰρ πρῶτον ἀλλήλας ἀποβλέπουσι, καὶ ἀήθως πάνυ οὔτε ἀσπάζονται ἀλλήλας οὔτε προσφωνοῦσιν, ἅμα δὲ δυσωπεῖ τὴν Ἠλέτραν, καὶ λυπεῖ ὑπομιμνήσκουσα τοῦ ὀνόματος Κλυταιμνήστρας καὶ προστάττουσα. A. B. M. I. ἀκολούθως δὲ καὶ τόδε διὰ μέσου. ἡ μὲν Ἑλένη ἔξεισιν ἔχουσα χοὰς καὶ τὸν βόστρυχον ἀποτετμημένον. τὸ δὲ ἑξῆς, μακρὸν δὴ μῆκος χρόνου παρθένε, Ἠλέκτρα, ἀντὶ τοῦ, ὦ πολυχρόνιε παρθένε, ἤτοι πολλῷ χρόνῳ παρθενευομένη. τοῦτο δὲ ὑβρίζουσα αὐτήν φησιν, ὡς αἰτίαν ἔχουσαν καὶ διὰ τοῦτο μὴ γαμουμένην. παρεμφαίνει δὲ διὰ τούτου ὅτι εὐμοιρίας νομίζει τέλος τὸν γάμον. B. M. I. ἐξιοῦσα τῶν δόμων ἡ Ἑλένη κατέχει χοὰς καὶ βόστρυχον τῶν οἰκείων τριχῶν ἀποτετμημένον. Gu.