Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 911
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 911.2
Not analysed yet
θεᾶσθαι: ἐνταῦθα δὲ, ἤγουν ἐν τοῖς τοιούτοις, χρὴ τὸν προστάτην τῆς πόλεως ἰδόντα, τουτέστιν ἐγνωκότα, θεᾶσθαι, ἀντὶ τοῦ σκέπτεσθαι, ἀκριβῶς σκοπεῖν. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76. τὸ θεᾶσθαι δ’ ὧδε τοῦτο λέγει, ἀντὶ τοῦ σκοπεῖν οὕτω, ποῖός τις καθ’ ἡδονὴν λέγει, καὶ ποῖος οὔ, καὶ τῷ μὲν πείθεσθαι, τὸν δὲ καθ’ ἡδονὴν λέγοντα μισεῖν, ὡς κακῶν ἐσύστερον αἴτιον. οἱ δὲ λέγοντες τὸ θεᾶσθαι καὶ τὸ ἰδόντα ἐκ παραλλήλου, ὥσπερ τὸ ἐτύγχανεν ὤν, οὐ καλῶς λέγουσιν. ἔχει γὰρ οὕτω· χρὴ δὲ τὸν προστάτην καὶ ἰδόντα καὶ γνόντα καὶ ἀκούσαντα τούτους θεᾶσθαι καὶ σκοπεῖν ὧδε, ὡς ἔφαμεν. Gu.