Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 911
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 911.1
Not analysed yet
911. θεᾶσθαι δ’ ὧδε: ὁ δὲ τοῦ δήμου προϊστάμενος ὀφείλει τοὺς τοιούτους ἐπιλέγεσθαι δημηγόρους, τοὺς καὶ χρησιμεύειν μέλλοντας· ὁμοίως γὰρ τὸ πρᾶγμα γίνεται τῷ τε δημηγόρῳ καὶ τῷ τοῦ δῆμου προϊσταμένῳ. τιμωμένῳ γὰρ εἶπε τῷ προϊσταμένῳ. A. B. C. M. I. δεῖ, φησὶ, τὸν ἀγαθὸν πολίτην εἰς τὸ τῆς πόλεως συμφέρον ἀφορᾶν ἀεί· καθὼς γὰρ ἂν συμβουλεύσειεν, οὕτως εἰώθασιν ἀποβαίνειν τὰ πράγματα. B. I. Ἄλλως. τὸν προεστῶτα τῆς πόλεως, τουτέστι τὸν δημαγωγὸν, οὕτως ἀφορῶντα πρὸς τὸν λέγοντα δεῖ κρίνειν· ὁμοίως γὰρ, φησὶν, ἀποβαίνει τὸ πρᾶγμα καὶ τῷ λέγοντι καὶ τῷ ἀκούοντι· ὥσπερ γὰρ, ἐὰν ᾖ ὁ συμβουλεύων κακὸς, ἀσύμφορόν ἐστι τῇ πόλει, οὕτως καὶ, ὅταν ὁ ἀκούων κακῶς ἀκούῃ, πάλιν οὐ σύμφορος. A. B. I. Ἄλλως. τὸν δὲ προεστῶτα τῆς πόλεως καὶ τοῦ δήμου ἀνερευνᾶν δεῖ καὶ ἀνασκοπεῖν τὸν συμβουλεύοντα ὁποῖόν ἐστι τὸ ἦθος. εἰς ταυτὸν γὰρ ἀποβαίνει τὸ πρᾶγμα τῷ τε λέγοντι κακῶς καὶ σφαλερῶς συμβουλεύοντι τῷ δεχομένῳ τοὺς αὐτοὺς λόγους. A.