Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 926
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 926.2
Not analysed yet
μήθ’ ὁπλίζεσθαι χέρα: ἥτις, φησὶν, ἡ Κλυταιμνήστρα τὸ ὅσον ἐφ’ ᾧ δέδρακε φόνον κατὰ τοῦ ἀνδρὸς ἀνῄρει, καὶ ἀνέτρεπεν ἔθη καλὰ καὶ ζηλωτὰ, λέγω δὲ τὸ ὁπλίζεσθαι καὶ ἐπ’ ἀλλοδαπῆς ἰέναι. νῦν δὲ ἀνῃρημένης αὐτῆς πεφρίκασιν αἱ γυναῖκες τὰς κατὰ τῶν ἀνδρῶν ἐπιβουλάς. τότε δὲ οὐκ ἂν ἐτόλμησε τῶν ἀνδρῶν οὐδεὶς ἔξω τῶν οἴκων ἐπὶ πόλεμον ὁρμᾶν, ὑφορώμενος τοὺς εἰωθότας νοθεύειν. A. B. M. I. Ἄλλως. ἥτις, φησὶν, ἡ Κλυταιμνήστρα ὅσον ἧκεν ἐφ’ ἑαυτῇ καλὰ καὶ ζηλωτὰ ἔργα ἔπαυσεν, φημὶ δὴ τὸ ὁπλίζεσθαι κατὰ ἀλλοδαπῆς διὰ τὸ μὴ ἐκ τῆς γυναικὸς ἀναιρεῖσθαι. A. M.