Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 926
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 926.3
Not analysed yet
μήθ’ ὁπλίζεσθαι: καθὰ λέγεται τὸ ἀρνοῦμαι τὸ μὴ λαβεῖν ἀντὶ τοῦ ἀρνούμενος λέγω ―εἰ γὰρ μὴ ἦν ἀντὶ τούτου, ἐδήλου ἂν ὁ λόγος τὸ ὁμολογῶ λαβεῖν, ὅπερ ἡ συνήθεια οὐ βούλεται ―οὕτω κἀνταῦθα τὸ ἀφῄρει μὴ ὁπλίζεσθαι ἀντὶ τοῦ ἀφαιροῦσα καθίστα. ἐπεὶ γὰρ τὸ μή ἀφαίρεσιν δηλοῖ καὶ ἄρνησιν καὶ τὰ τοιαῦτα, ἔστιν ὅτε μέλλοντες οἱ τοὺς λόγους συντιθέντες μετὰ τοῦτο λόγον ἐπάγειν προλαμβάνοντες τὸ ἀρνοῦμαι τιθέασιν, ἢ τὸ ἀφῄρει ἤ τι τοιοῦτον, ὥσπερ προαναφωνοῦντες τὴν αὐτοῦ δύναμιν. Gu. μήτε μετὰ ὅπλων κινεῖν τὴν χεῖρά τινα ἐκλιπόντα τὰ δώματα, μήτε στρατεύειν ἐκλιπόντα τὰ δώματα. Gr. Fl. 6. 21. 56. 59. 76.