Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 629
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 629.1
Not analysed yet
629. κἄν τί σοι: καὶ ἐάν τι δέ σοι συμβῇ κακὸν ὑπ’ ἐμοῦ, ὦ πόλις, μὴ ἐμὲ αἰτιῶ, τόνδε δὲ, ἤγουν Ἐτεοκλέα. οὕτω χρὴ γράφειν τὸν στίχον, καὶ οὕτω συντακτέον, οἱ δὲ τὸ ο μεγεθύνοντες καὶ τὸ δέ ἀφαιροῦντες τὸ δεύτερον οὐκ ἴσασι τὰ περὶ τῶν μέτρων. Bar. καὶ ἐάν τι δέ σοι συμβῇ κακὸν ὑπ’ ἐμοῦ, ὦ πόλις, μή με τούτων αἰτιῶ, ἤγουν αἴτιον νόμιζε. ὅμοιον τῷ κοινὰ δ’ εἴ τι πείσεθ’ ἑπτάπυργος ἅδε γᾶ. Bar. Gr. τὸ τῶνδε εἰ μὲν μέγα γράψεις, οὕτως εἴποις· μὴ αἰτιῶ καὶ αἴτιον ἡγοῦ, ὦ πόλις, ἐμὲ τῶνδε ὧν μέλλεις παθεῖν· εἰ δὲ μικρὸν, οὕτως· μὴ αἰτιῶ ἐμὲ ὧν μέλλεις παθεῖν δηλονότι, τὸν δὲ αἰτιῶ. ἔστι δὲ ἀσύνδετον. Gu. κἄν τί σοι συμβῇ, ὦ πόλις, κἂν πορθηθῇς. τοῦτο δὲ καλεῖται μαρτύριον. M. Fl. 33.