Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΦΟΙΝΙΣΣΑΣ., Line 631
Scholia In Euripidem, Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 631
Not analysed yet
631. ἀγυιεῦ: προπύλαιε. τὸν ἀγυιέα πρὸ τῶν πυλῶν ἵστασαν. κίων δὲ οὗτος ἦν εἰς ὀξὺ ἀπολήγων. ἐπεὶ πρὸ τῶν πυλῶν ἵστασαν ἀγάλματα τοῦ Ἀπόλλωνος ὡς ἀλεξικάκου δεσπότου καὶ φύλακος τῶν ὁδῶν. διὰ γὰρ τοῦτο ἀγυιεύς. A. C. M. T. ἐν τοῖς προπυλαίοις καὶ οἰκήμασιν ἱδρυμένε, ὅτι τὸν ἀγυιέα πρὸ πυλῶν ἵστασαν. κίων δὲ οὗτος ἦν εἰς ὀξὺ λήγων. I. ἀγυιεῦ: εἰώθασιν οἱ παλαιοὶ ἐν τοῖς στενωποῖς τὸν Ἀπόλλωνα γράφειν· εἰ γὰρ οὗτος ἀλληγορεῖται εἰς ἥλιον, ὁ δ’ ἀνίσχων πρώτοις προσβάλλει τοῖς στενωποῖς, εἰκότως τοῖς προπυλαίοις ἀγάλματα Ἀπόλλωνος ἀγυιέως ἵστασαν. Bar. Gu. ἃ καὶ ἐκαλοῦντο Ἀπόλλωνος ἀγυιέως ἀγάλματα. Bar.