Ancient Greek · ~6 min
251 to 329
Scholia In Euripidem, Scholia in Euripidis Rhesum 251-329
Not analysed yet
251. ὃς ἐμὰν συμμαχίαν: ὁ τὴν συμμαχίαν ἀτίζων, ὅ ἐστιν εὐτελίζων, πρὸς Μυσῶν, φησὶν, ἐστὶν ἢ ὡς εἰπεῖν ἔσχατος καὶ οὐδενὸς λόγου ἄξιος, οἷον Μυσός ἐστιν ὁ ἀτιμάζων ἡμᾶς, ὁ ἀδόκιμος παρὰ τὴν παροιμίαν. ἢ οὕτως· ἔστι δὲ θάρσος ἄκρον καὶ ἐκ τῶν Μυσῶν πρὸς τοὺς ἀτιμάζοντας τὴν ἐμὴν συμμαχίαν καὶ εὐτελίζοντας. 260. κακόγαμβρον: οὐκ ἀκριβῶς εἴρηκεν. οὐ γὰρ Ἀγαμέμνων τῇ Ἑλένῃ γαμβρός. 274. δόρη βαστάζομεν: ἀπὸ γενικῆς τῆς δόρεος καὶ δόρεα καὶ δόρη, ὡς βέλεα βέλη. 282. ὀργάδας: ὀργάδες κυρίως οἱ ἱεροὶ τῶν θεῶν τόποι. Flor. 1. 2. 294. πρὶν δὴ διʼ ὤτων: πρὶν ἠκούσαμεν αὐτῶν τὴν βαρβαρικὴν. φωνὴν καὶ ἔγνωμεν ὅτι βάρβαροι ἦσαν. 303. πλάστιξ αὐχένα ζυγηφόρον: τινὲς τὸν ζυγόν φασι· περὶ δὲ τὸ μέσαβον συνέδησε τὸν αὐχένα τῶν ἵππων. 306. ἔλαμπε Γοργὼν δʼ ὡς: ὡς ἡ Γοργὼν ἐπεκτύπει τοῖς μετώποις τοῖς ἱππικοῖς προσδεδεμένη μετὰ κωδώνων, ψόφον ἀπὸτελοῦσα. 311. πολλὰ πελταστῶν τέλη: πέλτη ἀσπίς ἐστιν ἴτυν οὐκ ἔχουσα, καθάπερ φησὶν Ἀριστοτέλης ἐν Θεσσαλῶν πολιτείᾳ γράφων οὕτως “διελὼν δὲ τὴν πόλιν Ἀλεύας ἔταξε καὶ τὸν κλῆρον παρέχειν ἑκάστους, ἱππέας μὲν τεσσαράκοντα, ὁπλίτας δὲ ὀγδοήκοντα. ήκοντα. ἦν δὲ ἡ πέλτη ἀσπὶς ἴτυν οὐκ ἔχουσα οὐδʼ ἐπίχαλκος, αἰγὸς δέρματι περιτεταμένη, καὶ ἄκοντα ἢ μικρὸν δόρυ πάντες ἐφόρουν, ὃ σχέδιον ἐκαλεῖτο.” 318. ἕρπει κατάντης: κατῆι οὐ ταλαιπορ καὶ εὐπετλ ὡσανεὶ ἔλεγεν, οὐ προσάντης οὐδὲ δύσβατος. 322. ἡνίκʼ ἐξώστης Ἄρης: ἀπὸ μεταφορᾶς τῶν ἀνέμων τῶν ἐξωθούντων τὰ σκάφη· λέγει δὲ οὕτως τὸ βίαιον. τινὲς δὲ ἐξώστης ἀντὶ τοῦ πρὸ τοῦ ἄστεος καθήμενος. 329. σύ τʼ εὖ παραινεῖς: ἐπεὶ καλῶς παρῄνεσεν ὁ ἄγγελος τὸν Ῥῆσον εἰς συμμαχίαν δέχεσθαι, λοιπὸν ἥξει.