Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΡΗΣΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Rhesum 342
Not analysed yet
342. Ἀδράστεια μέν: ἰδικῶς τὴν Ἀδράστειαν Διός φησι παῖδα, ἄλλων τροφὸν τοῦ Διὸς φασκόντων. ἔστι δὲ καὶ ἐν τῇ Καρία Ἀδραστείας πεδίον ἀπὸ Ἀδράστου τοῦ βασιλέως, ἀφʼ οὗ καὶ ὁ δαίμων. ἄλλοι δὲ Μελισσέως μὲν τοῦ Κρητὸς, ἀδελφὴν Κυνοσούρας, Διὸς τροφόν. Καλλίμαχος “σὲ δʼ ἐκοίμισεν Ἀδρήστεια λίκνῳ ἐνὶ χρυσέῳ.” ἔνιοι ἑτέραν μὲν Ἀδράστειάν φασιν, ἑτέραν δὲ Νέμεσιν· οἱ μὲν Ὠκεανοῦ φασιν εἶναι θυγατέρα, οἱ δὲ Διὸς καὶ Δήμητρος, γεννηθῆναι δὲ ἐν Ῥαμνοῦντι τῆς Ἀττικῆς. —μὴ φθονήσειεν ἡ Ἀδράστεια ἐπὶ τοῖς λεχθεῖσι περὶ τοῦ Ἕκτορος ἢ ἐπὶ τοῖς μέλλουσι λεχθῆναι, ὃ καὶ ἄμεινον.