Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΡΗΣΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Rhesum 28
Not analysed yet
28. ἢ τὸν Εὐρώπας: παῤ Ὁμήρῳ πρὸς ὄρεσιν Εὐρώπης εἶναι τὸν Σαρπηδόνα. ὁ δὲ Ἡσίοδος Εὐρώπης μέν φησιν αὐτὸν, ὡς Ἑλλάνικος, εἰσὶ δὲ οἳ Λυκάστου καὶ Ἴδης τῆς Κορύβαντος γενεαλογοῦσι μετὰ καὶ Μίνωος καὶ Ῥαδαμάνθυος, καθάπερ Σωκράτης ἐν τοῖς Ἀργολικοῖς. ἔχει δὲ ὁ λόγος τὸ ἕτερον εἶναι Σαρπηδόνα τὸν ἐπὶ τὴν Ἴλιον στρατεύσαντα καὶ ἄλλον τινὰ Θρᾷκα, ἀφʼ οὗ Σαρπηδονίαν πέτραν φασὶν ὠνομάσθαι. διττὰς δὲ τὰς Εὐρώπας ἀναγράφουσιν ἔνιοι· μίαν μὲν Ὠκεανίδα, ἀφʼ ἧς καὶ τὸ ἓν μέρος τῆς οἰκουμένης κληθῆναι, καθάπερ Ἀπίων ἐν τοῖς περὶ ἐπωνύμων καὶ Ἀριστοτέλης ἐν πρώτῳ τῆς Θεογονίας, ἑτέραν δὲ Φοίνικος ἔνιοι καὶ Ἀγήνορος, ὡς καὶ Εὐριπίδης καὶ ἄλλοι ἱστοροῦσιν, ἦς τοὺς περὶ τὸν Μίνω γενέσθαι φασίν. ἔνιοι δέ εἰσιν οἳ καὶ παρὰ τὴν αὐτὴν ὠνομάσθαι τὴν ἤπειρον, καθάπερ καὶ Καλλίμαχος, Ζηνόδοτος δὲ ἐξ αὐτοῦ. εἰσὶ δὲ οἱ καὶ τρίτην ἀναγράψαντες, καθάπερ Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς γράφων οὕτως “Κάδμος σὺν τῇ μητρὶ τῆς Εὐρώπης Τηλεφάῃ ἐπῄει περὶ Ἀθήνας καὶ ἐπυνθάνετο Εὐρώπην ἔχεσθαι ἐν Θράκῃ καὶ οὕτως ἀφίκετο εἰς τὴν καταντιπέραν ἤπειρον καὶ ἦρχεν ἐν τῇ χώρᾳ ταύτῃ πάντων. Εὐρώπη τοῦ ἀνδρὸς ἀπολειφθεῖσα οὐχ ἡ Φοίνικος, ἀλλʼ ἐπιχωρία τις γυνὴ, ἀφʼ ἧς καὶ ἡ ἤπειρος ἅπασα ἡ πρὸς Βορέαν ἄνεμον Εὐρώπη κέκληται.”