Ancient Greek · ~7 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΡΗΣΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Rhesum 5
Not analysed yet
5. οἳ τετράμοιρον: ὅτι οἱ ἀρχαῖοι εἰς τρεῖς φυλακὰς νέμουσι τὴν νύκτα. Ὅμηρος ἀλλ᾿ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει. Στησίχορον δὲ καὶ Σιμωνίδην πενταφύλακόν φησιν ὑποτίθεσθαι τὴν νύκτα. διαπορήσει δέ τις ὅπως “οἳ τετράμοιρον νυκτὸς φυλακήν,” πρὸς ὃ ῥητέον ὅτι οὐκ ἐν τῷ καθόλου φησὶ τετραφύλακον, ἀλλὰ τὴν ἐν τῷ παρόντι φυλακὴν, ὡσανεὶ πρώτην ἢ δευτέραν. ὁ δὲ Κράτης δείκνυσιν ὅτι κατὰ τὸν Εὐριπίδην πενταφύλακον ἐκτίθησι τὰ ὑπʼ αὐτοῦ εἰρημένα τίς ἐκηρύχθη πρώτην φυλακήν, καὶ τὰ ἑξῆς. πρώτους γὰρ τοὺς περὶ Κόροιβόν φησι φυλάττειν, δευτέρους δὲ Παίονας, τρίτους δὲ Κίλικας, οὓς καὶ Μυσούς φησιν ὁμοεθνεῖς νομίζων. παραγειτνιᾷ γὰρ ὁ Ἀδραμυττηνὸς κόλπος τοῖς Μυσοῖς. παρὰ δὲ Μυσῶν αὐτοὺς τοὺς Τρῶας παραλαβεῖν, πέμπτος δὲ τοῖς Λυκίοις φησὶν ἐπιβάλλειν τὴν φυλακὴν, ὥστε οἱ τετάρτην μοῖραν φρουροῦντες ἐν ἀρχῇ φασιν οἳ τετράμοιρον νυκτὸς φυλακήν. ὁ δὲ Κράτης εὐχερῶς δείκνυσι τοὺς Μυσοὺς τοὺς αὐτοὺς τοῖς Κίλιξι· φάσκων εἶναι. κεχωρισμένοι γὰρ ἀλλήλων εἰσὶν, ὡς καὶ Ὅμηρός φησι Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν. ἡ μὲν γὰρ Κιλικία ἐν τοῖς ἔμπροσθεν μέρεσι τῆς Τροίας κεῖται, ὁ δὲ Ζεὺς ἀπεστραμμένος ὁρᾷ Μυσούς. οἱ γὰρ τραγικοὶ Κίλικας οὐκ ἴσασι τούτους, ἀλλὰ τοὺς ἐν Ταύρῳ ᾠκηκότας. πῶς οὖν τῶν δύο ἐθνῶν μία ἦν ἡ φυλακή: ἄμεινον οὖν νοεῖν ὅτι Παιόνων ὁ Κόροιβος ἦρχεν, οἵτινες τὴν πρώτην φυλακὴν ἔσχον καὶ παραδεδώκασι τὴν δευτέραν τοῖς Κίλιξιν, ἐξ ὧν ἐπιφέρουσιν οἱ Τρῶες “Μυσοὶ δʼ ἡμᾶς,” δῆλον ὅτι οἱ Μυσοὶ τὴν τρίτην φυλακὴν εἶχον, μεθʼ οὓς οἱ Τρῶες τὴν τετάρτην. διό φασιν οἳ τετράμοιρον νυκτὸς φυλακὴν, οἵτινες τοὺς Λυκίους πέμπτους ἐγείρουσιν. Ἄλλως. τετράμοιρον: τὴν τετάρτην μοῖραν τῶν φυλακῶν οἱ Τρῶες εἶχον. ὁ δὲ πᾶς λόγος τοιοῦτός ἐστι δέξασθε παῤ ἡμῶν, φησὶ, τὴν νέαν καὶ πρόσφατον κληδόνα, οἵτινες φυλάσσοντες τὴν τετάρτην φυλακὴν προκαθήμεθα: Παῤ Ὁμήρῳ ὀρθωθεὶς δʼ ἄῤ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας.