Ancient Greek
ΡΗΣΟΣ.
Scholia In Euripidem, Scholia in Euripidis Rhesum I. ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΥΠΟΘΕΣΙΣ.
Not analysed yet
ῬΗΣΟΣ παῖς μὲν ἦν Στρυμόνος τοῦ ποταμοῦ καὶ Τερψιχόρης, Μουσῶν μιᾶς, Θρᾳκῶν δὲ ἡγούμενος εἰς Ἴλιον παραγίνεται νυκτὸς, στρατευομένων Τρώων παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων. τοῦτον Ὀδυσσεὺς καὶ Διομήδης κατάσκοποι ὄντες ἀναιροῦσιν, Ἀθηνᾶς αὐτοῖς ὑποθεμένης· μέγαν γὰρ ἔσεσθαι κίνδυνον ἐκ τούτου. Τερψιχόρη δὲ ἐπιφανεῖσα τὸ τοῦ παιδὸς σῶμα ἀφείλετο. ὡς ἐν παρόδῳ δὲ διαλαμβάνει καὶ περὶ τοῦ φόνου τοῦ Δόλωνος. Ἡ σκηνὴ τοῦ δράματος ἐν Τροίᾳ. ὁ χορὸς συνέστηκεν ἐκ φυλάκων Τρωϊκῶν, οἳ καὶ προλογίζουσι. περιέχει δὲ τὴν νυκτεγερσίαν.