Ancient Greek · ~8 min
ΡΗΣΟΣ.
Scholia In Euripidem, Scholia in Euripidis Rhesum II. ΥΠΟΘΕΣΙΣ ΡΗΣΟΥ.
Not analysed yet
Ἕκτωρ τοῖς Ἕλλησιν ἐπικοιτῶν ἀκούσας αὐτοὺς πῦρ καίειν εὐλαβήθη μὴ φύγωσιν. ἐξοπλίζειν δὲ διεγνωκὼς τὰς δυνάμεις μετενόησεν Αἰνείου συμβουλεύσαντος ἡσυχάζειν, κατάσκοπον δὲ πέμψαντας διʼ ἐκείνου τὴν ἀλήθειαν ἱστορῆσαι. Δόλωνα δὲ πρὸς τὴν χρείαν ὑπακούσαντα ἐκπέμπεσθαι τόπον εἰς τὴν παρεμβολὴν ἀφώρισεν αὐτῷ. ἐπιφάνεντες δὲ οἱ περὶ τὸν Ὀδυσσέα καὶ Δόλωνα μὲν ἀνῃρηκότες, ἐπὶ δὲ τὴν Ἕκτορος κατηντηκότες σκηνὴν πάλιν ὑπέστρεψαν οὐχ εὑρόντες τὸν στρατηγόν. σὓς Ἀθηνᾶ ἐπιφανεῖσα κατέσχεν καὶ τὸν μὲν Ἕκτορα ἐκέλευσε μὴ ζητεῖν, Ῥῆσον δὲ ἀναιρεῖν ἐπέταξε· τὸν γὰρ ἐκ τούτου κίνδυνον μείζονα ἔσεσθαι τοῖς Ἕλλησιν, ἐὰν βιώσῃ. τούτους δὲ ἐπιφανεὶς Ἀλέξανδρος ἐπίστασθαι πολεμίων παρουσίαν. ἐξαπατηθεὶς δὲ ὑπὸ Ἀθηνᾶς, ὡς δῆθεν ὑπὸ Ἀφροδίτης, ἄπρακτος ὑπέστρεψεν. οἱ δὲ περὶ Διομήδην φονεύσαντες Ῥῆσον ἐχωρίσθησαν, καὶ ἡ συμφορὰ τῶν ἀνῃρημένων καθʼ ὅλον ἦλθε τὸ στράτευμα. παραγενομένου δὲ Ἕκτορος, ἵνα αὐτὸς περιγίνηται τῶν πεπραγμένων, τετρωμένος ὁ τοῦ Ῥήσου ἐπιμελητὴς διʼ αὐτοῦ φησιν Ἕκτορος τὸν φόνον γεγενῆσθαι. τοῦ δὲ Ἕκτορος ἀπολογουμένου τὴν ἀλήθειαν αὐτοῖς ἐμήνυσεν ἡ τοῦ Ῥήσου μήτηρ ἡ Μοῦσα νεκρὸν κομίζουσα τὸ σῶμα. κατοδυρομένη δὲ καὶ τὸν ἐπιπλακέντα αὐτῇ Στρυμόνα διὰ τὸ τοῦ παιδὸς πένθος καὶ τὸν ἐξ ἐκείνου γεγενημένον Ῥῆσον οὐδʼ Ἀχιλλεῖ φησιν ἀδάκρυτον ἔσεσθαι τὴν στρατείαν, τῷ κοινῷ τῶν ἐπιφανῶν θανάτῳ τὴν ἰδίαν παραμυθουμένη λύπην. Τοῦτο τὸ δρᾶμα ἔνιοι νόθον ὑπενόησαν, Εὐριπίδου δὲ μὴ εἶναι· τὸν γὰρ Σοφόκλειον μᾶλλον ὑποφαίνει χαρακτῆρα. ἐν μέντοι ταῖς διδασκαλίαις ὡς γνήσιον ἀναγέγραπται, καὶ ἡ περὶ τὰ μετάρσια δὲ ἐν αὐτῷ πολυπραγμοσύνη τὸν Εὐριπίδην ὁμολογεῖ. πρόλογοι δὲ διττοὶ φέρονται. ὁ γοῦν Δικαίαρχος ἐκτιθεὶς τὴν ὑπόθεσιν τοῦ Ῥήσου γράφει κατὰ λέξιν οὕτως Νῦν εὐσέληνον φέγγος ἡ διφρήλατος— καὶ ἐν ἐνίοις τῶν ἀντιγράφων ἕτερός τις φέρεται πρόλογος, πεζὸς πάνυ καὶ οὐ πρέπων Εὐριπίδῃ· καὶ τάχα ἄν τινες τῶν ὑποκριτῶν διεσκευακότες εἶεν αὐτόν. ἔχει δὲ οὕτως· Ὦ τοῦ μεγίστου Ζηνὸς ἄλκιμον τέκος Παλλὰς, παρῶμεν· οὐκ ἐχρῆν ἡμᾶς ἔτι μέλλειν Ἀχαιῶν ἀφελεῖν στρατεύματα. νῦν γὰρ κακῶς πράσσουσιν ἐν μάχῃ δορὸς, λόγχῃ βιαίως Ἕκτορος στροβούμενοι. ἐμοὶ γὰρ οὐδέν ἐστιν ἄλγιον βάρος, ἐξ οὗ γʼ ἔκρινε Κύπριν Ἀλέξανδρος θεὰν κάλλει προήκειν τῆς ἐμῆς εὐμορφίας καὶ σῆς, Ἀθάνα, φιλτάτης ἐμοὶ θεῶν, εἰ μὴ κατασκαφεῖσαν ὄψομαι πόλιν Πριάμου, βίᾳ πρόρριζον ἐκτετριμμένην.