Ancient Greek · ~7 min
1057 to 1121
Scholia In Euripidem, Scholia in Euripidis Troiades 1057-1121
Not analysed yet
1057. ῥᾴδιον μὲν οὐ τόδε: τὸ κατὰ τῶν γυναικῶν μῖσος ἑαυτοῦ καὶ διὰ τούτων παρίστησιν ὁ Εὐριπίδης· οὐ γὰρ, φησὶ, ῥᾴδιόν ἐστι ποτε σωφρονίσαι γυναῖκα. 1059. κἂν ἔτʼ ὦσ’ ἐχθίονες: κἂν ἀκόλαστοι πάνυ ὦσιν. 1064. σμύρνης αἰθερίας: εἰς τὸν αἰθέρα φθανούσης ἢ τῆς αἰθομένης τὴν ἀκρόπολιν. κατὰ κοινοῦ τὸ προὔδωκας. 1068. τέρμονά τε: τέρμονα νῦν λέγει τὴν τοῦ Ἰδαίου ὄρους κορυφὴν διὰ τὸ τερματίζειν, πρωτόβολον δὲ διὰ τὸ ἐμβάλλειν τὸν ἥλιον πρῶτον ἀνίσχοντα εἰς αὐτήν. 1070. ζαθέαν θεράπναν: ἔνθα τὸ θεῖον θεραπεύεται. νῦν δὲ θεράπναν λέγει τὴν τοῦ Διὸς οἴκησιν, παρόσον ὁ Ζεὺς τὴν Ἴδην οἰκεῖ. 1075. Φρυγῶν τε ζάθεοι: ἀμφιβόλως ἔχει, πότερον κατʼ ἐνιαυτὸν διὰ τὸ δωδεκασέληνον εἶναι τὸν ἐνιαυτὸν, ἢ διʼ ὅλου τοῦ ἐνιαυτοῦ κατὰ μῆνα. λέγουσι δὲ ἔνιοι καὶ τὰ πέμματα σελήνας διὰ τὸ λευκὰ εἶναι καὶ περιφερῆ· σελήνας δε ἱδρύεσθαι· δύναται οὖν λέγειν ἐκ δώδεκα πεμμάτων θυσίαν. 1079. αἰθέρα τε πόλεως: καὶ τὸν αἰθέρα ἐπιβεβηκώς. ὁ Δίδυμος τὸν ἐμπυρισμὸν, ἀπὸ τοῦ αἴθεσθαι. 1084. φθιμένοις ἀλαίνεις: ἐν τοῖς νεκροῖς διατρίβεις. 1090. κατάορα: ἐστεγασμένα, πεπυκνωμένα τοῖς δάκρυσι. κατῄορα τῇ βοῆ. ἢ βοᾷ, ἵνʼ ᾖ ῥῆμα. 1100. ἔνθʼ ἀκάτου: ἔνθα πορευομένης τῆς νεὼς τοῦ Μενελάου κατὰ τὸ μέσον πέλαγος τοῦ Αἰγαίου. τὸ δίπαλτον πῦρ τὸ ἱερὸν, ὅ ἐστιν ὁ κεραυνὸς, κεραυνώσει κατὰ τὸ μέσον τὴν πλάτην, ὅ ἐστι τὸ πλοῖον· εὔχονται γὰρ κατὰ τὸ μέσον πέλαγος κεραυνωθῆναι. 1107. χρύσεα δʼ ἔνοπτρα: φαίνεται ἐπιλαθόμενος ὧν προείρηκεν· ἀπῆκται γὰρ ἐπὶ τὰς ναῦς ὡς ἀποτυμπανισθησομένη. ἤτοι οὖν ἐπιλελησμένην αὐτὴν εἰσάγει καὶ καταστοχαζομένην, ὅτι πάλαι ἔχει τὰ ἔνοπτρα καὶ καλλωπίζεται. 1112. χαλκόπυλόν τε: τινὲς θεᾶς μέλαθρον. ἢ προσυπακουστέον αὐτὸ ἔξωθεν. ἔστι δὲ χαλκιοίκου Ἀθηνᾶς ἐν Σπάρτῃ ἱερόν. 1118. καινὰ καινῶν: παρασκευάζουσαι αἱ συντυχίαι τῇ Τροίᾳ. τὸ ἑξῆς δὲ, λεύσσετε Τρώων ἄλοχοι μέλεαι. 1121. ὃν πύργων δίσκημα: ἀντὶ τοῦ ἔκτεινον ῥίψαντες καὶ δισκεύσαντες αὐτὸν ἀπὸ τῶν τειχῶν.