Ancient Greek · ~3 min
1123 to 1128
Scholia In Euripidem, Scholia in Euripidis Troiades 1123-1128
Not analysed yet
1123. νεὼς μὲν πίτυλος: ἀντὶ τοῦ μία ναῦς· πίτυλος γὰρ ἡ κωπηλασία, ὡς τῆς Ἀνδρομάχης παρακαλεσάσης αὐτὸν μετὰ τῆς ἀσπίδος θάπτεσθαι. διὰ τοῦτο Ταλθύβιος λέγει μίαν ναῦν καταλελεῖφθαι ἐπʼ αὐτὸ τοῦτο. 1126. αὐτὸς δʼ ἀνῆκται: ἀναγωγὴ λέγεται ἡ ἀπὸ τοῦ λιμένος εἰς τὸ πέλαγος ἀναχώρησις· δοκεῖ γὰρ ὑψηλότερον εἶναι ἡ θάλασσα τῆς γῆς. 1128. Ἄκαστος ἐκβέβληκεν: ὁ μὲν Εὐριπίδης ὑπὸ Ἀκάστου φησὶν ἐκβεβλῆσθαι τὸν Πηλέα, εἰσὶ δὲ οἵ φασιν ὑπὸ τῶν δύο αὐτοῦ παίδων, Ἀρχάνδρου καὶ Ἀρχιτέλους, κατὰ τὸν καιρὸν ὃν ἔμελλον Ἕλληνες ἐξ Ἰλίου ἐπανιέναι ἐξεληλάσθαι, καὶ ἐλθόντα εἰς ἀπάντησιν τῷ Νεοπτολέμῳ προσελθεῖν διὰ χειμῶνα τῇ Κῷ τῇ νήσῳ καὶ ξενισθέντα ὑπὸ Μόλωνός τινος Ἄβαντος ἐκεῖ καταλύσασθαι τὸν βίον.