Ancient Greek · ~4 min
1133 to 1166
Scholia In Euripidem, Scholia in Euripidis Troiades 1133-1166
Not analysed yet
1133. καί σφʼ ᾐτήσατο: παρεκάλεσε δὲ συνθάψαι καὶ τὴν ἀσπίδα, ἥτις τοῖς Ἕλλησι φόβον παρεσκεύασεν. 1138. μή νιν πορεῦσαι: παρεκάλεσεν αὐτὸν μὴ ἄγειν τὴν ἀσπίδα εἰς τὸν Πηλέως οἶκον, πρὸς τὸ μὴ λυπεῖσθαι ὁρῶσαν αὐτήν. 1141. ἀλλʼ ἀντὶ κέδρου: ἀντὶ σοροῦ· ἀπὸ κέδρου γὰρ αἱ σοροί. συνθάπτειν τὴν ἀσπίδα. 1143. ὡς περιστείλῃς νεκρόν: ἵνα σὺ περιστείλῃς, ἐπειδὴ ἡ Ἀνδρομάχη βέβηκε· τὸ γὰρ τοῦ Νεοπτολέμου τάχος ἀφείλετʼ αὐτὴν ὥστε μὴ διʼ ἑαυτὴν θάπτειν τὸν νεκρόν. 1152. ἔλουσα νεκρόν: καὶ καθόλου ἔλουσα καὶ κατὰ μέρος ἀπένιψα. 1153. ἀλλʼ εἰμʼ ὀρυκτόν: ἀλλὰ πορεύομαι ἐπὶ τῷ ὀρύξαι τάφον. 1154. ὡς σύντομʼ ἡμῖν: ἵνα συντόμως διʼ ἐμοῦ καὶ διὰ σοῦ πραχθέντα ταῦτα παρασκευάσῃ ἡμᾶς πλεῖν. 1158. ὦ μείζονʼ ὄγκον δορός: ὦ Ἀχαιοὶ μᾶλλον κομποῦντες ἐν λόγοις ἢ ἐν πολέμῳ, εἰ τοῦτον ἐφοβήθητε. 1161. οὐδὲν ἦτʼ ἄρα: οὐδὲν ἐτυγχάνετε, ὅτι Ἕκτορος μὲν ζῶντος ἐπορθήσατε τὴν πόλιν, τοῦτον δὲ νῦν φοβεῖσθε. 1166. ὅστις φοβεῖται: ὅστις μὴ μετὰ λογισμοῦ φοβεῖται.