Ancient Greek
ΕΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΤΡΩΙΑΔΑΣ.
Scholia In Euripidem, Scholia in Euripidis Troiades 1129
Not analysed yet
1129. οὗ θᾶσσον: θᾶσσον τοῦ δέοντος ἐξώρμησε καὶ οὐκ ἐπεμέρισέ τινα τῇ μονῇ χάριν. οὔτε γὰρ ἡγήσατο κεχαρισμένον ἑαυτῷ εἶναι τὸ μεῖναι, ἀλλʼ ἀνήχθη. τοῦτο δὲ πρὸς τὴν δραματικὴν ὑπόθεσιν μεμηχάνηται, ὅπως τὸ ἐπεισόδιον ἐπαγάγοι τοῦτο ἐπὶ τῆς σκηνῆς, τήν τε ἀσπίδα παρεισενέγκοι καὶ τὸν Ἀστυάνακτα. πρὸς μὲν οὖν τὴν ταχεῖαν ἀναχώρησιν εὗρεν ὅτι αἴτιον τῷ Νεοπτολέμῳ τὸν Πηλέα ὑπὸ Ἀκάστου ἐκβεβλῆσθαι, περὶ δὲ τῆς ἀσπίδος, ὅτι ἠξίωσεν αὐτὸν ἡ Ἀνδρομάχη τὴν ἀσπίδα αὐτῇ ἀφεῖναι, ὅπως μὴ ἐν τῷ αὐτῷ θαλάμῳ ἡ τοῦ Ἕκτορος ἀσπὶς ᾖ. κομψὰ δὲ ταῦτα πάντα πεποίηκε, παρῄρητο δὲ τὸ τραγικὸν κατασκεύασμα. εἴπερ γὰρ παρῆν ἡ Ἀνδρομάχη, οἰκτρότερον ἂν ἐγένετο τὸ πάθος θρηνούσης αὐτῆς τὸν ἴδιον παῖδα. ἀντικατήλλακται δὲ τοῦ τοιούτου πάθους τὴν τῆς ἀσπίδος εἰσαγωγήν.